lunedì 9 ottobre 2023

Lisia: La perfidia dei Trenta Tiranni [D] (struttura)

 

Ἐπειδὴ δ᾽οἱ τριάκοντα

πονηροὶ καὶ συκοφάνται ὄντες

εἰς τὴν ἀρχὴν κατέστησαν,

φάσκοντες

χρῆναι

τῶν ἀδίκων καθαρὰν ποιῆσαι τὴν πόλιν

καὶ τοὺς λοιποὺς πολίτας ἐπ᾽ἀρετὴν καὶ δικαιοσύνην τραπέσθαι,

τοιαῦτα λέγοντες

οὐ τοιαῦτα ποιεῖν ἐτόλμων,

ὡς ἐγὼ

περὶ τῶν ἐμαυτοῦ πρῶτον εἰπὼν

καὶ περὶ τῶν ὑμετέρων

ἀναμνῆσαι πειράσομαι.

 

Θέογνις γὰρ καὶ Πείσων ἔλεγον ἐν τοῖς τριάκοντα περὶ τῶν μετοίκων,

ὡς εἶέν τινες

τῇ πολιτείᾳ ἀχθόμενοι·

 

καλλίστην οὖν εἶναι πρόφασιν

τιμωρεῖσθαι μὲν δοκεῖν,

τῷ δ᾽ἔργω χρηματίζεσθαι·

 

πάντως δὲ τὴν μὲν πόλιν πένεσθαι

τὴν ἀρχὴν δὲ δεῖσθαι χρημάτων.

 

Καὶ τοὺς ἀκούοντας οὐ χαλεπῶς ἔπειθον·

 

ἀποκτιννύναι μὲν γὰρ ἀνθρώπους

περὶ οὐδενὸς ἡγοῦντο,

λαμβάνειν δὲ χρήματα

περὶ πολλοῦ ἐποιοῦντο.

 

Ἔδοξεν οὖν αὐτοῖς

δέκα συλλαβεῖν, τούτων δὲ δύο πένητας,

ἵνα αὐτοῖς ᾖ πρὸς τοὺς ἄλλους ἀπολογία,

ὡς οὐ χρημάτων ἕνεκα ταῦτα πέπρακται,

ἀλλὰ συμφέροντα τῇ πολιτεία γεγένηται,

ὥσπερ τι τῶν ἄλλων εὐλόγως πεποιηκότες.

 

Nessun commento:

Posta un commento