Ἐγὼ δ᾽εἶπον ὅτι
«Οὐκ ἐγώ σε ἀποκτενῶ,
ἀλλ᾽ὁ τῆς πόλεως νόμος,
ὃν σὺ
παραβαίνων
περὶ ἐλάττονος τῶν ἡδονῶν ἐποιήσω,
καὶ μᾶλλον εἵλου
τοιοῦτον ἁμάρτημα ἐξαμαρτάνειν
εἰς τὴν γυναῖκα τὴν ἐμὴν καὶ εἰς τοὺς παῖδας τοὺς ἐμοὺς
ἢ τοῖς νόμοις πείθεσθαι
καὶ κόσμιος εἶναι».
Οὕτως, ὦ ἄνδρες, ἐκεῖνος τούτων ἔτυχεν
ὧνπερ οἱ νόμοι κελεύουσι
τοὺς τὰ τοιαῦτα πράττοντας,
οὐκ εἰσαρπασθεὶς ἐκ τῆς ὁδοῦ,
οὐδ᾽ἐπὶ τὴν ἑστίαν καταφυγών,
ὥσπερ οὗτοι λέγουσι·
πῶς γὰρ ἄν,
ὅστις
ἐν τῷ δωματίῳ πληγεὶς
κατέπεσεν εὐθύς,
περιέστρεψα δ᾽αὐτοῦ τὼ χεῖρε,
ἔνδον δὲ ἦσαν ἄνθρωποι τοσοῦτοι,
οὓς διαφυγεῖν οὐκ ἐδύνατο,
οὔτε σίδηρον οὔτε ξύλον οὔτε ἄλλο
οὐδὲν ἔχων,
ᾧ τοὺς εἰσελθόντας ἂν ἠμύνατο.
Ἀλλ᾽, ὦ ἄνδρες, οἶμαι
καὶ ὑμᾶς εἰδέναι
ὅτι
οἱ μὴ τὰ δίκαια πράττοντες
οὐχ ὁμολογοῦσι
τοὺς ἐχθροὺς λέγειν ἀληθῆ.
Nessun commento:
Posta un commento