domenica 8 dicembre 2024

Plutarco: La cultura è l’unico bene duraturo [D]

 

Εὐγένεια καλὸν μέν, ἀλλὰ προγόνων ἀγαθόν. Πλοῦτος δὲ τίμιον μέν, ἀλλὰ τύχης κτῆμα, ἐπειδὴ τῶν μὲν ἐχόντων πολλάκις ἀφείλετο, τοῖς δ᾽οὐκ ἐλπίσασι φέρουσα προσήνεγκε, καὶ πολὺς πλοῦτος σκοπὸς ἔκκειται τοῖς βουλομένοις βαλλάντια τοξεύειν, κακούργοις οἰκέταις καὶ συκοφάνταις, καὶ τὸ μέγιστον, ὅτι καὶ τοῖς πονηροτάτοις μέτεστι. Δόξα γε μὴν σεμνὸν μέν, ἀλλ᾽ἀβέβαιον. Κάλλος δὲ περιμάχητον μέν, ἀλλ᾽ὀλιγοχρόνιον. Ὑγίεια δὲ τίμιον μέν, ἀλλ᾽εὐμετάστατον. Ἰσχὺς δὲ ζηλωτὸν μέν, ἀλλὰ νόσῳ εὐάλωτον καὶ γήρᾳ. Τ δ᾽ὅλον εἴ τις ἐπὶ τῇ τοῦ σώματος ῥώμῃ φρονεῖ, μαθέτω γνώμης διαμαρτάνων. Πόστον γάρ ἐστιν ἰσχὺς ἀνθρωπίνη τῆς τῶν ἄλλων ζῴων δυνάμεως; Λέγω δ᾽οἷον ἐλεφάντων καὶ ταύρων καὶ λεόντων. Παιδεία δὲ τῶν ἐν ἡμῖν μόνον ἐστὶν ἀθάνατον καὶ θεῖον. Καὶ δύο τὰ πάντων ἐστὶ κυριώτατα ἐν ἀνθρωπίνῃ φύσει, νοῦς καὶ λόγος. Καὶ μὲν νοῦς ἀρχικός ἐστι τοῦ λόγου, δὲ λόγος ὑπηρετικὸς τοῦ νοῦ, τύχῃ μὲν ἀνάλωτος, συκοφαντίᾳ δ᾽ἀναφαίρετος, νόσῳ δ᾽ἀδιάφθορος, γήρᾳ δ᾽ἀλύμαντος.

 

Nessun commento:

Posta un commento