Εὐγένεια
καλὸν μέν, ἀλλὰ προγόνων ἀγαθόν.
Πλοῦτος δὲ τίμιον μέν, ἀλλὰ τύχης κτῆμα,
ἐπειδὴ
τῶν μὲν ἐχόντων
πολλάκις ἀφείλετο,
τοῖς δ᾽οὐκ ἐλπίσασι
φέρουσα
προσήνεγκε,
καὶ ὁ πολὺς πλοῦτος σκοπὸς ἔκκειται
τοῖς βουλομένοις
βαλλάντια τοξεύειν,
κακούργοις οἰκέταις καὶ συκοφάνταις,
καὶ τὸ μέγιστον, ὅτι καὶ τοῖς πονηροτάτοις μέτεστι.
Δόξα γε μὴν σεμνὸν μέν, ἀλλ᾽ἀβέβαιον.
Κάλλος δὲ περιμάχητον μέν, ἀλλ᾽ὀλιγοχρόνιον.
Ὑγίεια δὲ τίμιον μέν, ἀλλ᾽εὐμετάστατον.
Ἰσχὺς δὲ ζηλωτὸν μέν, ἀλλὰ νόσῳ εὐάλωτον καὶ γήρᾳ.
Τὸ δ᾽ὅλον
εἴ τις ἐπὶ τῇ τοῦ σώματος ῥώμῃ φρονεῖ,
μαθέτω
γνώμης διαμαρτάνων.
Πόστον γάρ ἐστιν ἰσχὺς ἀνθρωπίνη τῆς τῶν ἄλλων ζῴων δυνάμεως;
Λέγω δ᾽οἷον ἐλεφάντων καὶ ταύρων καὶ λεόντων.
Παιδεία δὲ τῶν ἐν ἡμῖν μόνον ἐστὶν ἀθάνατον καὶ θεῖον.
Καὶ δύο τὰ πάντων ἐστὶ κυριώτατα ἐν ἀνθρωπίνῃ φύσει, νοῦς
καὶ λόγος.
Καὶ ὁ μὲν νοῦς ἀρχικός ἐστι τοῦ λόγου,
ὁ δὲ
λόγος ὑπηρετικὸς τοῦ νοῦ,
τύχῃ μὲν ἀνάλωτος,
συκοφαντίᾳ δ᾽ἀναφαίρετος,
νόσῳ δ᾽ἀδιάφθορος,
γήρᾳ δ᾽ἀλύμαντος.
Nessun commento:
Posta un commento