domenica 8 dicembre 2024

Plutarco: La maledizione di Esopo [D] (struttura)

 

Λέγεται

ἐλθεῖν Αἴσωπον,

ἔχοντα παρὰ Κροίσου χρυσίον

ὅπως τε τῷ θεῷ θύσῃ μεγαλοπρεπῶς

καὶ Δελφῶν ἑκάστῳ διανείμῃ μνᾶς τέσσαρας·

 

ὀργῆς δέ τινος, ὡς ἔοικε, αὐτῷ καὶ διαφορᾶς γενομένης πρὸς τοὺς αὐτόθι,

τὴν μὲν θυσίαν ἐποιήσατο,

τὰ δὲ χρήματ᾽ἀνέπεμψεν εἰς Σάρδεις,

ὡς οὐκ ἀξίων ὄντων

ὠφεληθῆναι

τῶν ἀνθρώπων·

 

οἱ δὲ

συνθέντες αἰτίαν ἐπ᾽αὐτὸν ἱεροσυλίας

ἀπέκτειναν,

ὤσαντες ἀπὸ τῆς πέτρας ἐκείνης

ἣν Ὑάμπειαν καλοῦσιν.

 

Ἐκ δὲ τούτου λέγεται

μηνῖσαν

τὸ θεῖον αὐτοῖς ἀφορίαν τε γῆς ἐπαγαγεῖν καὶ νόσων ἀτόπων ἰδέαν πᾶσαν,

ὥστε

περιιόντας ἐν ταῖς Ἑλληνικαῖς πανηγύρεσι

κηρύσσειν

καὶ καλεῖν ἀεὶ

τὸν βουλόμενον

ὑπὲρ Αἰσώπου δίκην λαμβάνειν παρ᾽αὐτῶν.

 

Τρίτῃ δὲ γενεᾷ Σάμιος Ἴδμων ἀφίκετο,

γένει μὲν οὐδὲν Αἰσώπῳ προσήκων

ἀπόγονος δὲ

τῶν πριαμένων αὐτὸν ἐν Σάμῳ

γεγονώς·

 

καὶ

τούτῳ τινὰς δίκας δόντες

οἱ Δελφοὶ τῶν κακῶν ἀπηλλάγησαν.

 

Nessun commento:

Posta un commento