Περὶ μὲν οὖν τοῦ μεγέθους τῆς ζημίας ἅπαντας ὑμᾶς
νομίζω
τὴν αὐτὴν διάνοιαν ἔχειν,
καὶ οὐδένα οὕτως ὀλιγώρως διακεῖσθαι,
ὅστις οἴεται
δεῖν
συγγνώμης τυγχάνειν
ἢ μικρᾶς ζημίας ἀξίους ἡγεῖται
τοὺς τῶν τοιούτων ἔργων αἰτίους·
ἡγοῦμαι δέ, ὦ ἄνδρες,
τοῦτό με δεῖν ἐπιδεῖξαι,
ὡς ἐμοίχευεν Ἐρατοσθένης τὴν
γυναῖκα τὴν ἐμὴν
καὶ ἐκείνην τε διέφθειρε
καὶ τοὺς παῖδας τοὺς ἐμοὺς ᾔσχυνε
καὶ ἐμὲ αὐτὸν ὕβρισεν
εἰς τὴν οἰκίαν τὴν ἐμὴν εἰσιών,
καὶ οὔτε ἔχθρα ἐμοὶ καὶ ἐκείνῳ
οὐδεμία ἦν πλὴν ταύτης,
οὔτε χρημάτων ἕνεκα ἔπραξα ταῦτα,
ἵνα πλούσιος ἐκ πένητος
γένωμαι,
οὔτε ἄλλου κέρδους οὐδενὸς
πλὴν τῆς κατὰ τοὺς νόμους
τιμωρίας.
Ἐγὼ τοίνυν ἐξ ἀρχῆς ὑμῖν ἅπαντα ἐπιδείξω τὰ ἐμαυτοῦ
πράγματα,
οὐδὲν παραλείπων,
ἀλλὰ λέγων τἀληθῆ·
ταύτην γὰρ ἐμαυτῷ μόνην ἡγοῦμαι σωτηρίαν,
ἐὰν
ὑμῖν εἰπεῖν ἅπαντα
δυνηθῶ
τὰ πεπραγμένα.
Nessun commento:
Posta un commento