Ἀλλʼὅμως οὐ τὸ πλῆθος τῶν ἐναντίων φοβηθέντες, ἀλλʼἐν
τοῖς σώμασι τοῖς ἑαυτῶν κινδυνεύσαντες, τρόπαιον μὲν τῶν πολεμίων ἔστησαν,
μάρτυρας δὲ τῆς αὑτῶν ἀρετῆς ἐγγὺς ὄντας τοῦδε τοῦ μνήματος τοὺς Λακεδαιμονίων
τάφους παρέχονται. Καὶ γάρ τοι μεγάλην μὲν ἀντὶ μικρᾶς ἀπέδειξαν τὴν πόλιν, ὁμονοοῦσαν
δὲ ἀντὶ στασιαζούσης ἀπέφηναν, τείχη δὲ ἀντὶ τῶν καθῃρημένων ἀνέστησαν. Οἱ δὲ
κατελθόντες αὐτῶν, ἀδελφὰ τὰ βουλεύματα τοῖς ἔργοις τῶν ἐνθάδε κειμένων ἐπιδεικνύντες,
οὐκ ἐπὶ τιμωρίαν τῶν ἐχθρῶν ἀλλʼἐπὶ σωτηρίαν τῆς πόλεως ἐτράποντο, καὶ οὔτε ἐλαττοῦσθαι
δυνάμενοι οὔτʼαὐτοὶ πλέον ἔχειν δεόμενοι τῆς μὲν αὑτῶν ἐλευθερίας καὶ τοῖς
βουλομένοις δουλεύειν μετέδοσαν, τῆς δʼἐκείνων δουλείας αὐτοὶ μετέχειν οὐκ ἠξίωσαν.
Ἔργοις δὲ μεγίστοις καὶ καλλίστοις ἀπελογήσαντο, ὅτι οὐ κακίᾳ τῇ αὑτῶν οὐδʼἀρετῇ
τῇ τῶν πολεμίων πρότερον ἐδυστύχησεν ἡ πόλις·
Nessun commento:
Posta un commento