venerdì 10 novembre 2023

Lisia: Un cittadino onesto [D] (struttura)

 

Ἐγὼ γὰρ τοιοῦτον ἐμαυτὸν ἐν ταῖς τῆς πόλεως συμφοραῖς παρέσχον

ὥστε,

εἰ πάντες τὴν αὐτὴν γνώμην ἔσχον ἐμοί,

μηδένα ἂν ὑμῶν μηδεμιᾷ χρῆσθαι συμφορᾷ.

 

Ὑπ᾽ἐμοῦ γὰρ ἐν τῇ ὀλιγαρχίᾳ οὔτε ἀπαχθεὶς

οὐδεὶς φανήσεται,

οὔτε τῶν ἐχθρῶν οὐδεὶς

τετιμωρημένος,

οὔτε τῶν φίλων

εὖ πεπονθώς.

 

αὶ μὲν οὐκ ἄξιον

τοῦτο θαυμάζειν·

 

εὖ μὲν γὰρ ποιεῖν

ἐν ἐκείνῳ τῷ χρόνῳ χαλεπὸν ἦν,

ἐξαμαρτάνειν δὲ

τῷ βουλομένῳ

ῥᾴδιον).

 

[…]

Καίτοι

εἰ τοῖς τῶν γεγενημένων κακῶν αἰτίοις ὀργίζεσθε,

εἰκὸς

καὶ τοὺς μηδὲν ἡμαρτηκότας βελτίους ὑφ᾽ὑμῶν νομίζεσθαι.

 

Καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, ἡγοῦμαι

μεγίστην περὶ ἐμαυτοῦ τῇ δημοκρατίᾳ πίστιν δεδωκέναι.

 

Ὅστις γὰρ τότε οὐδὲν ἐξήμαρτον

οὕτω πολλῆς δεδομένης ἐξουσίας,

ἦ που νῦν σφόδρα προθυμηθήσομαι

χρηστὸς εἶναι,

εὖ εἰδὼς

ὅτι,

ἐὰν ἀδικῶ,

παραχρῆμα δώσω δίκην.

 

Ἀλλὰ γὰρ τοιαύτην διὰ τέλους γνώμην ἔχω,

ὥστε ἐν ὀλιγαρχίᾳ μὲν μὴ ἐπιθυμεῖν τῶν ἀλλοτρίων,

ἐν δημοκρατίᾳ δὲ τὰ ὄντα προθύμως εἰς ὑμᾶς ἀναλίσκειν.

 

Nessun commento:

Posta un commento