domenica 21 ottobre 2012

Senofonte: Gli efori spartani (struttura)

Ἔφοροι οὖν ἱκανοὶ μέν εἰσι
ζημιοῦν
ὃν ἂν βούλωνται,
κύριοι δ’
ἐκπράττειν παραχρῆμα,
κύριοι δὲ
καὶ ἄρχοντας μεταξὺ καταπαῦσαι
καὶ εἶρξαί γε
καὶ περὶ τῆς ψυχῆς εἰς ἀγῶνα καταστῆσαι.

Τοσαύτην δὲ ἔχοντες δύναμιν
οὐχ ὥσπερ αἱ ἄλλαι πόλεις ἐῶσι
τοὺς αἱρεθέντας ἀεὶ ἄρχειν τὸ ἔτος
ὅπως ἂν βούλωνται,
ἀλλ’ὥσπερ οἱ τύραννοι καὶ οἱ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἐπιστάται,
ἤν τινα αἰσθάνωνται
παρανομοῦντά τι,
εὐθὺς παραχρῆμα κολάζουσι.

Πολλῶν δὲ καὶ ἄλλων ὄντων μηχανημάτων καλῶν τῷ Λυκούργῳ
εἰς τὸ τοὺς πολίτας ἐθέλειν
πείθεσθαι τοῖς νόμοις,
ἐν τοῖς καλλίστοις καὶ τοῦτό μοι δοκεῖ εἶναι,
ὅτι οὐ πρότερον ἀπέδωκε τῷ πλήθει τοὺς νόμους
πρὶν
ἐλθὼν σὺν τοῖς κρατίστοις εἰς Δελφοὺς
ἐπήρετο τὸν θεὸν
εἰ λῷον καὶ ἄμεινον εἴη τῇ Σπάρτῃ πειθομένῃ
οἷς αὐτὸς ἔθηκε νόμοις.

Ἐπεὶ δὲ ἀνεῖλε
τῷ παντὶ ἄμεινον εἶναι,
τότε ἀπέδωκεν,
οὐ μόνον ἄνομον ἀλλὰ καὶ ἀνόσιον θεὶς
τὸ πυθοχρήστοις νόμοις μὴ πείθεσθαι.



Nessun commento:

Posta un commento