martedì 31 gennaio 2017

Lisia: Processo per una spia [M] (struttura)

Προσήκει μέν, ὦ ἄνδρες δικασταί, πᾶσιν ὑμῖν
τιμωρεῖν ὑπὲρ τῶν ἀνδρῶν
οἳ ἀπέθανον
εὖνοι ὄντες τῷ πλήθει τῷ ὑμετέρῳ,
προσήκει δὲ κἀμοὶ οὐχ ἥκιστα·

κηδεστὴς γάρ μοι ἦν Διονυσόδωρος καὶ ἀνεψιός.

Τυγχάνει οὖν ἡ αὐτὴ ἔχθρα πρὸς Ἀγόρατον τουτονὶ
ἐμοὶ καὶ τῷ πλήθει τῷ ὑμετέρῳ ὑπάρχουσα·

ἔπραξε γὰρ οὗτος τοιαῦτα,
δι᾽ἃ ὑπ᾽ἐμοῦ νυνὶ εἰκότως μισεῖται,
ὑπό τε ὑμῶν,
ἐὰν θεὸς θέλῃ,
δικαίως τιμωρηθήσεται.

Διονυσόδωρον γὰρ τὸν κηδεστὴν τὸν ἐμὸν καὶ ἑτέρους πολλούς,
ὧν δὴ τὰ ὀνόματα ἀκούσεσθε,
ἄνδρας ὄντας ἀγαθοὺς περὶ τὸ πλῆθος τὸ ὑμέτερον,
ἐπὶ τῶν τριάκοντα ἀπέκτεινε,
μηνυτὴς κατ᾽ἐκείνων γενόμενος.

Ποιήσας δὲ ταῦτα
ἐμὲ μὲν ἰδίᾳ καὶ ἕκαστον τῶν προσηκόντων μεγάλα ἐζημίωσε,
τὴν δὲ πόλιν κοινῇ πᾶσαν τοιούτων ἀνδρῶν ἀποστερήσας
οὐ μικρά,
ὡς ἐγὼ νομίζω,
ἔβλαψεν.

Ἐγὼ οὖν, ὦ ἄνδρες δικασταί, ἡγοῦμαι
δίκαιον καὶ ὅσιον εἶναι καὶ ἐμοὶ καὶ ὑμῖν ἅπασι
τιμωρεῖσθαι
καθ᾽ὅσον ἕκαστος δύναται.



Nessun commento:

Posta un commento