martedì 31 gennaio 2017

Diodoro Siculo: Gli dèi puniscono le azioni criminali [M] (struttura)

Κατὰ μὲν γὰρ τὴν Σικελίαν Ἀγαθοκλῆς,
εἰρήνην ἀγόντων τῶν Λιπαραίων,
ἐπιπλεύσας αὐτοῖς ἀπροσδοκήτως
εἰσεπράξατο τοὺς μηδ᾽ὁτιοῦν προαδικήσαντας ἀργυρίου τάλαντα πεντήκοντα.

Πολλοῖς δὴ ἔδοξε
θεῖον εἶναι τὸ ῥηθησόμενον,
τυχούσης ἐπισημασίας τῆς παρανομίας παρὰ τοῦ δαιμονίου.

Ἀξιούντων γὰρ τῶν Λιπαραίων
εἰς τὰ προσελλείποντα τῶν χρημάτων δοῦναι χρόνον
καὶ λεγόντων
μηδέποτε τοῖς ἱεροῖς ἀναθήμασι κατακεχρῆσθαι,
ὁ Ἀγαθοκλῆς
βιασάμενος
αὐτοὺς δοῦναι τὰ κατὰ τὸ πρυτανεῖον,
ὧν εἶχον ἐπιγραφὴν τὰ μὲν Αἰόλου, τὰ δ᾽Ἡφαίστου,
λαβὼν
παραχρῆμα ἐξέπλευσεν.

Πνεύματος δ᾽ἐπιγενομένου
τῶν νεῶν ἕνδεκα συνετρίβησαν
αἱ τὰ χρήματα κομίζουσαι.

Διόπερ ἔδοξε πολλοῖς
ὁ μὲν λεγόμενος περὶ τοὺς τόπους ἐκείνους
εἶναι κύριος τῶν ἀνέμων
εὐθὺς κατὰ τὸν πρῶτον πλοῦν λαβεῖν παρ᾽αὐτοῦ τιμωρίαν,



Nessun commento:

Posta un commento