martedì 23 giugno 2020

Plutarco: Come si devono educare i giovani [M] (struttura)

Δοτέον οὖν τοῖς παισὶν ἀναπνοὴν τῶν συνεχῶν πόνων,

ἐνθυμουμένους

ὅτι πᾶς ὁ βίος ἡμῶν εἰς ἄνεσιν καὶ σπουδὴν διῄρηται.

 

Καὶ διὰ τοῦτ᾽οὐ μόνον ἐγρήγορσις ἀλλὰ καὶ ὕπνος εὑρέθη,

οὐδὲ πόλεμος ἀλλὰ καὶ εἰρήνη,

οὐδὲ χειμὼν ἀλλὰ καὶ εὐδία,

οὐδ᾽ἐνεργοὶ πράξεις ἀλλὰ καὶ ἑορταί.

 

Συνελόντι

δ᾽εἰπεῖν

ἡ ἀνάπαυσις τῶν πόνων ἐστὶν ἄρτυμα.

 

Καὶ οὐκ ἐπὶ τῶν ζῴων μόνων τοῦτ᾽ἂν ἴδοι τις

γιγνόμενον,

ἀλλὰ καὶ ἐπὶ τῶν ἀψύχων

καὶ γὰρ τὰ τόξα καὶ τὰς λύρας ἀνίεμεν,

ἵν᾽ἐπιτεῖναι δυνηθῶμεν.

 

Καθόλου δὲ σῴζεται σῶμα μὲν ἐνδείᾳ καὶ πληρώσει,

ψυχὴ δ᾽ἀνέσει καὶ πόνῳ.

 

Ἄξιον

δ᾽ἐπιτιμᾶν τῶν πατέρων ἐνίοις,

οἵτινες

παιδαγωγοῖς καὶ διδασκάλοις ἐπιτρέψαντες τοὺς υἱεῖς

αὐτοὶ τῆς τούτων μαθήσεως οὔτ᾽αὐτόπται γίγνονται τὸ παράπαν οὔτ᾽αὐτήκοοι,

πλεῖστον τοῦ δέοντος ἁμαρτάνοντες.

 

Αὐτοὺς γὰρ παρ᾽ὀλίγας ἡμέρας

δεῖ

δοκιμασίαν λαμβάνειν τῶν παίδων,

ἀλλὰ μὴ τὰς ἐλπίδας ἔχειν ἐν μισθωτοῦ διαθέσει·

 

καὶ γὰρ ἐκεῖνοι πλείονα ποιήσονται τὴν ἐπιμέλειαν τῶν παίδων,

μέλλοντες

ἑκάστοτε διδόναι τὰς εὐθύνας.

 

Κἀνταῦθα δὴ τὸ ῥηθὲν ὑπὸ τοῦ ἱπποκόμου χάριεν,

ὡς οὐδὲν οὕτω πιαίνει τὸν ἵππον

ὡς βασιλέως ὀφθαλμός.

 


Nessun commento:

Posta un commento