martedì 24 settembre 2013

Isocrate: Filippo combatta contro i Persiani [II] (struttura)


Οὕτω δ’ἄριστα βουλεύσει περὶ τούτων,
ἢν ὑπολάβῃς
μὴ μόνον τὸν λόγον τοῦτόν σε παρακαλεῖν,
ἀλλὰ καὶ τοὺς προγόνους καὶ τὴν τῶν βαρβάρων ἀνανδρίαν καὶ τοὺς ὀνομαστοὺς γενομένους καὶ δόξαντας
ἡμιθέους εἶναι διὰ τὴν στρατείαν τὴν ἐπ’ἐκείνους,
μάλιστα δὲ πάντων τὸν καιρόν,
ἐν ᾧ σὺ μὲν τυγχάνεις
τοσαύτην δύναμιν κεκτημένος
ὅσην οὐδεὶς
τῶν τὴν Εὐρώπην κατοικησάντων,
[ἐν ᾧ αὐτὸς δὲ]
πρὸς ὃν δὲ πολεμήσεις
[τυγχάνει]
οὕτω σφόδρα μεμισημένος
καὶ καταπεφρονημένος ὑφ’ἁπάντων,
ὡς οὐδεὶς πώποτε
τῶν βασιλευσάντων.

Nessun commento:

Posta un commento