martedì 24 settembre 2013

Isocrate: Filippo combatta contro i Persiani [III] (struttura)


Λοιπὸν οὖν ἐστὶν
τὰ προειρημένα συναγαγεῖν,
ἵν’ὡς ἐν ἐλαχίστοις κατίδῃς τὸ κεφάλαιον
τῶν συμβεβουλευμένων.


Φημὶ γὰρ
χρῆναί
σε τοὺς μὲν Ἕλληνας εὐεργετεῖν,
Μακεδόνων δὲ βασιλεύειν,
τῶν δὲ βαρβάρων ὡς πλείστων ἄρχειν.


Ἢν γὰρ ταῦτα πράττῃς,
ἅπαντές σοι χάριν ἕξουσιν,
οἱ μὲν Ἕλληνες
ὑπὲρ ὧν ἂν εὖ πάσχωσιν,
Μακεδόνες δ’
ἢν βασιλικῶς ἀλλὰ μὴ τυραννικῶς αὐτῶν ἐπιστατῇς,
τὸ δὲ τῶν ἄλλων γένος,
ἢν Ἑλληνικῆς ἐπιμελείας τύχωσιν
διὰ σὲ βαρβαρικῆς δεσποτείας ἀπαλλαγέντες.


Ταῦθ’ὅπως μὲν γέγραπται τοῖς καιροῖς καὶ ταῖς ἀκριβείαις,
παρ’ὑμῶν τῶν ἀκουόντων πυνθάνεσθαι
δίκαιόν ἐστιν·


ὅτι μέντοι οὐδεὶς ἄν σοι συμβουλεύσειεν
βελτίω τούτων καὶ μᾶλλον ἁρμόττοντα
τοῖς ὑπάρχουσιν,
σαφῶς εἰδέναι
νομίζω.

Nessun commento:

Posta un commento