giovedì 23 giugno 2016

Vivere secondo giustizia non solo è corretto, ma anche conveniente per il presente e per il futuro (Isocrate) - struttura

[Esame di Stato 2016]

Ὁρῶ γὰρ
τοὺς μὲν τὴν ἀδικίαν προτιμῶντας καὶ τὸ λαβεῖν τι τῶν ἀλλοτρίων μέγιστον ἀγαθὸν νομίζοντας ὅμοια πάσχοντας τοῖς δελεαζομένοις τῶν ζῴων,
καὶ κατ’ἀρχὰς μὲν ἀπολαύοντας
ὧν ἂν λάβωσιν,
ὀλίγῳ δ’ὕστερον ἐν τοῖς μεγίστοις κακοῖς ὄντας,
τοὺς δὲ μετ’εὐσεβείας καὶ δικαιοσύνης ζῶντας ἔν τε τοῖς παροῦσιν χρόνοις ἀσφαλῶς διάγοντας
καὶ περὶ τοῦ σύμπαντος αἰῶνος ἡδίους τὰς ἐλπίδας ἔχοντας.

Καὶ
ταῦτ’εἰ μὴ κατὰ πάντων οὕτως εἴθισται συμβαίνειν,
ἀλλὰ τὸ γ’ὡς ἐπὶ τὸ πολὺ τοῦτον γίγνεται τὸν τρόπον.

Χρὴ δὲ
τοὺς εὖ φρονοῦντας,
ἐπειδὴ οὐ καθορῶμεν
τὸ μέλλον ἀεὶ συνοίσειν,
τὸ πολλάκις ὠφελοῦν, τοῦτο φαίνεσθαι προαιρουμένους.

Πάντων δ’ἀλογώτατον πεπόνθασιν,
ὅσοι νομίζουσιν
κάλλιον μὲν ἐπιτήδευμα εἶναι καὶ θεοφιλέστερον τὴν δικαιοσύνην τῆς ἀδικίας,
δ’οἴονται
χεῖρον βιώσεσθαι τοὺς ταύτῃ χρωμένους τῶν τὴν πονηρίαν προῃρημένων.

Ἠβουλόμην δ’ἂν,
ὥσπερ προσῆκόν ἐστιν
ἐπαινεῖσθαι τὴν ἀρετήν,
οὕτω πρόχειρον εἶναι
πεῖσαι τοὺς ἀκούοντας
ἀσκεῖν αὐτήν·

νῦν δὲ δέδοικα
μὴ μάτην τὰ τοιαῦτα λέγωμεν.

Διεφθάρμεθα γὰρ πολὺν ἤδη χρόνον ὑπ’ἀνθρώπων
οὐδὲν ἀλλ’ἢ φενακίζειν δυναμένων,
οἳ τοσοῦτον τοῦ πλήθους καταπεφρονήκασιν
ὥσθ’
ὁπόταν βουληθῶσιν
πόλεμον πρός τινας ἐξενεγκεῖν,
αὐτοὶ
χρήματα λαμβάνοντες
λέγειν τολμῶσιν
ὡς χρὴ
τοὺς προγόνους μιμεῖσθαι
καὶ μὴ περιορᾶν
ἡμᾶς αὐτοὺς καταγελωμένους,
μηδὲ τὴν θάλατταν πλέοντας τοὺς μὴ τὰς συντάξεις ἐθέλοντας ἡμῖν ὑποτελεῖν.


Nessun commento:

Posta un commento