sabato 29 febbraio 2020

Isocrate: Paride sceglie Elena [M] (struttura)


Οὐ πολλοῦ γὰρ χρόνου διελθόντος,
γενομένης ἐν θεοῖς περὶ κάλλους ἔριδος
ἧς Ἀλέξανδρος ὁ Πριάμου κατέστη κριτής,
καὶ διδούσης Ἥρας μὲν αὐτῷ
ἁπάσης τῆς Ἀσίας βασιλεύειν,
Ἀθηνᾶς δὲ
κρατεῖν ἐν τοῖς πολέμοις,
Ἀφροδίτης δὲ τὸν γάμον τὸν Ἑλένης,
τῶν μὲν σωμάτων
οὐ δυνηθεὶς
λαβεῖν διάγνωσιν
ἀλλ᾽ἡττηθεὶς τῆς τῶν θεῶν ὄψεως,
τῶν δὲ δωρεῶν
ἀναγκασθεὶς
γενέσθαι κριτής,
εἵλετο τὴν οἰκειότητα τὴν Ἑλένης ἀντὶ τῶν ἄλλων ἁπάντων,
οὐ πρὸς τὰς ἡδονὰς ἀποβλέψας·

καίτοι καὶ τοῦτο τοῖς εὖ φρονοῦσι πολλῶν αἱρετώτερόν ἐστιν,
ἀλλ᾽ὅμως οὐκ ἐπὶ τοῦθ᾽ὥρμησεν,
ἀλλ᾽ἐπεθύμησε
Διὸς γενέσθαι κηδεστής,
νομίζων
πολὺ μείζω καὶ καλλίω ταύτην εἶναι τὴν τιμὴν ἢ τὴν τῆς Ἀσίας βασιλείαν.


Nessun commento:

Posta un commento