giovedì 29 settembre 2016

Plutarco: Contro il lathe biosas di Epicuro (struttura)

Αὐτὸ δὲ τὸ πρᾶγμα πῶς οὐ πονηρόν;

«λάθε βιώσας»
 - ὡς τυμβωρυχήσας;

ἆρ’αἰσχρόν ἐστι τὸ ζῆν,
ἵν’ἀγνοώμεθα πάντες;

Ἐγὼ δ’ἂν εἴποιμι·
μηδὲ κακῶς βιώσας λάθε,
ἀλλὰ γνώσθητι
σωφρονίσθητι
μετανόησον·

εἰτ’ἀρετὴν ἔχεις,
μὴ γένῃ ἄχρηστος,
εἴτε κακίαν,
μὴ μείνῃς ἀθεράπευτος.

Μᾶλλον δὲ διελοῦ καὶ διόρισον,
τίνι τοῦτο προστάττεις·

εἰ μὲν ἀμαθεῖ καὶ πονηρῷ καὶ ἀγνώμονι,
οὐδὲν διαφέρεις τοῦ λέγοντος

«Λάθε πυρέττων
καὶ λάθε φρενιτίζων,
μὴ γνῷ σε ὁ ἰατρός·

ἴθι ῥίψας ποι κατὰ σκότους σεαυτόν,
ἀγνοούμενος σὺν τοῖς πάθεσιν».


Nessun commento:

Posta un commento