martedì 2 luglio 2024

Plutarco: Vale la pena far studiare i figli [D] (struttura)

 

Πολλοὶ δ᾽εἰς τοσοῦτο τῶν πατέρων προβαίνουσι φιλαργυρίας ἅμα καὶ μισοτεκνίας,

ὥσθ᾽

ἵνα μὴ πλείονα μισθὸν τελέσειαν,

ἀνθρώπους τοὺς μηδενὸς τιμίους αἱροῦνται τοῖς τέκνοις παιδευτάς,

εὔωνον ἀμαθίαν διώκοντες.

 

Ἧι καὶ Ἀρίστιππος οὐκ ἀκόμψως ἀλλὰ καὶ πάνυ ἀστείως ἐπέσκωψε τῷ λόγῳ πατέρα νοῦ καὶ φρενῶν κενόν.

 

Ἐρωτήσαντος γάρ τινος αὐτὸν

πόσον αἰτοίη μισθὸν ὑπὲρ τῆς τοῦ τέκνου παιδεύσεως,

«Χιλίας»,

ἔφησε,

«δραχμάς».

 

Τοῦ δ᾽

«Ἡράκλεις»,

εἰπόντος,

«ὡς ὑπέρπολυ τὸ αἴτημα·

δύναμαι γὰρ

ἀνδράποδον χιλίων πρίασθαι»,

«Τοιγαροῦν»,

εἶπε,

«δύο ἕξεις ἀνδράποδα,

καὶ τὸν υἱὸν

καὶ ὃν ἂν πρίῃ».

 

Τὸ δ᾽ὅλον

πῶς οὐκ ἄτοπον

τῇ μὲν δεξιᾷ συνεθίζειν τὰ παιδία

δέχεσθαι τὰς τροφάς,

κἂν

εἰ προτείνειε τὴν ἀριστεράν,

ἐπιτιμᾶν,

μηδεμίαν δὲ ποιεῖσθαι πρόνοιαν

τοῦ λόγων ἐπιδεξίων καὶ νομίμων ἀκούειν;

 

Nessun commento:

Posta un commento