lunedì 28 dicembre 2020

Licurgo: Il poeta Tirteo infiamma l’animo degli Spartani [M*] (struttura)

 

Questo passo introduce la citazione del famoso frammento di Tirteo (τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα), di cui Licurgo è l’autorevole testimone.

 

Οὕτως ἦσαν ἄνδρες σπουδαῖοι καὶ κοινῇ καὶ ἰδίᾳ οἱ τότε τὴν πόλιν οἰκοῦντες

ὥστε τοῖς ἀνδρειοτάτοις Λακεδαιμονίοις

ἐν τοῖς ἔμπροσθεν χρόνοις πολεμοῦσι πρὸς Μεσσηνίους

ἀνεῖλεν ὁ θεός

παρ᾽ἡμῶν ἡγεμόνα λαβεῖν

καὶ νικήσειν τοὺς ἐναντίους.

 

Τίς γὰρ οὐκ οἶδε τῶν Ἑλλήνων

ὅτι Τυρταῖον στρατηγὸν ἔλαβον παρὰ τῆς πόλεως,

μεθ᾽οὗ καὶ τῶν πολεμίων ἐκράτησαν

καὶ τὴν περὶ τοὺς νέους ἐπιμέλειαν συνετάξαντο,

οὐ μόνον εἰς τὸν παρόντα κίνδυνον

ἀλλ᾽εἰς ἅπαντα τὸν αἰῶνα βουλευσάμενοι καλῶς;

 

Κατέλιπε γὰρ αὐτοῖς ἐλεγεῖα

ποιήσας,

ὧν ἀκούοντες

παιδεύονται πρὸς ἀνδρείαν·

 

καὶ περὶ τοὺς ἄλλους ποιητὰς οὐδένα λόγον ἔχοντες

περὶ τούτου οὕτω σφόδρα ἐσπουδάκασιν

ὥστε νόμον ἔθεντο,

ὅταν ἐν τοῖς ὅπλοις ἐξεστρατευμένοι ὦσι,

καλεῖν ἐπὶ τὴν τοῦ βασιλέως σκηνὴν

ἀκουσομένους τῶν Τυρταίου ποιημάτων

ἅπαντας,

νομίζοντες

οὕτως ἂν αὐτοὺς μάλιστα πρὸ τῆς πατρίδος ἐθέλειν ἀποθνῄσκειν.

 

Nessun commento:

Posta un commento