lunedì 28 dicembre 2020

Platone: Il ruolo del gioco nell’educazione [M*] (struttura)

 

Λέγω οὖν καί φημι

τὸν ὁτιοῦν μέλλοντα

ἀγαθὸν ἄνδρα ἔσεσθαι,

τοῦτ’αὐτὸ ἐκ παίδων εὐθὺς μελετᾶν δεῖν,

παίζοντά τε

καὶ σπουδάζοντα

ἐν τοῖς τοῦ πράγματος ἑκάστοις προσήκουσιν·

 

οἷον τὸν μέλλοντα

ἀγαθὸν ἔσεσθαι γεωργὸν

ἤ τινα οἰκοδόμον

τὸν μὲν

οἰκοδομοῦντά τι τῶν παιδείων οἰκοδομημάτων

παίζειν

χρή,

τὸν δ᾽αὖ

γεωργοῦντα·

 

καὶ

ὄργανα ἑκατέρῳ σμικρά τῶν ἀληθινῶν μιμήματα παρασκευάζειν τὸν τρέφοντα αὐτῶν ἑκάτερον·

 

καὶ δὴ

καὶ τῶν μαθημάτων

ὅσα ἀναγκαῖα προμεμαθηκέναι

προμανθάνειν,

οἷον τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι

καὶ πολεμικὸν ἱππεύειν

παίζοντα

ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα·

 

καὶ

πειρᾶσθαι

διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων,

οἷ δεῖ

ἀφικομένους

αὐτοὺς τέλος ἔχειν.

 

Κεφάλαιον δὴ παιδείας λέγομεν τὴν ὀρθὴν τροφήν,

ἣ τοῦ παίζοντος τὴν ψυχὴν εἰς ἔρωτα μάλιστα ἄξει τούτου,

ὃ δεήσει

γενόμενον ἄνδρα

αὐτὸν τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῆς.

 

Nessun commento:

Posta un commento