martedì 3 ottobre 2023

Plutarco: Ambizione e cinismo di Alcibiade [D]

 

Ἐν μὲν γὰρ τῷ παλαίειν πιεζούμενος, ὑπὲρ τοῦ μὴ πεσεῖν ἀναγαγὼν πρὸς τὸ στόμα τὰ ἅμματα τοῦ πιεζοῦντος οἷος ἦν διαφαγεῖν τὰς χεῖρας. Ἀφέντος οὖν τὴν λαβὴν ἐκείνου καὶ εἰπόντος· «Δάκνεις, ὦ Ἀλκιβιάδη, καθάπερ αἱ γυναῖκες», «Οὐκ ἔγωγε», εἶπεν, «ἀλλ᾽ὡς οἱ λέοντες». Ἔτι δὲ μικρὸς ὢν ἔπαιζεν ἀστραγάλοις ἐν τῷ στενωπῷ, τῆς δὲ βολῆς καθηκούσης εἰς αὐτὸν, ἅμαξα φορτίων ἐπῄει. Τὸ μὲν οὖν πρῶτον ἐκέλευσε περιμεῖναι τὸν ἄγοντα τὸ ζεῦγος· ὑπέπιπτε γὰρ ἡ βολὴ τῇ παρόδῳ τῆς ἁμάξης· μὴ πειθομένου δὲ δι᾽ἀγροικίαν, ἀλλ᾽ἐπάγοντος, οἱ μὲν ἄλλοι παῖδες διέσχον, ὁ δ᾽Ἀλκιβιάδης καταβαλὼν ἐπὶ στόμα πρὸ τοῦ ζεύγους καὶ παρατείνας ἑαυτόν, ἐκέλευσεν οὕτως, εἰ βούλεται, διεξελθεῖν, ὥστε τὸν μὲν ἄνθρωπον ἀνακροῦσαι τὸ ζεῦγος ὀπίσω δείσαντα, τοὺς δ᾽ἰδόντας ἐκπλαγῆναι μετὰ βοῆς καὶ συνδραμεῖν πρὸς αὐτόν.

 

Nessun commento:

Posta un commento