Pre-testo: Adesso ritengo di essere in grado di dimostrare a
tutti che l’egemonia a cui aspiriamo non è giusta, né realizzabile, né utile
per noi.
Ὅτι
μὲν οὖν οὐ δικαίας, παρ᾽ὑμῶν μαθὼν ὑμᾶς ἔχω διδάσκειν. Ὅτε γὰρ Λακεδαιμόνιοι
ταύτην εἶχον τὴν δύναμιν, ποίους λόγους οὐκ ἀνηλώσαμεν, κατηγοροῦντες μὲν τῆς
ἐκείνων ἀρχῆς, διεξιόντες δ᾽ὡς δίκαιόν ἐστιν αὐτονόμους εἶναι τοὺς Ἕλληνας; Τίνας
δὲ τῶν πόλεων τῶν ἐλλογίμων οὐ παρεκαλέσαμεν ἐπὶ τὴν συμμαχίαν τὴν ὑπὲρ τούτων
συστᾶσαν; Πόσας δὲ πρεσβείας ὡς βασιλέα τὸν μέγαν ἀπεστείλαμεν, διδαξούσας
αὐτὸν ὡς οὔτε δίκαιόν ἐστιν οὔτε συμφέρον μίαν πόλιν κυρίαν εἶναι τῶν Ἑλλήνων; Οὐ
πρότερον δ᾽ἐπαυσάμεθα πολεμοῦντες καὶ κινδυνεύοντες καὶ κατὰ γῆν καὶ κατὰ
θάλατταν, πρὶν ἠθέλησαν Λακεδαιμόνιοι ποιήσασθαι τὰς συνθήκας τὰς περὶ τῆς
αὐτονομίας.
Post-testo: Che dunque non sia giusto che i più forti
comandino i più deboli lo abbiamo riconosciuto sia allora sia adesso sotto il
governo in vigore da noi.
Nessun commento:
Posta un commento