martedì 3 ottobre 2023

Plutarco: Ambizione e cinismo di Alcibiade [D] (struttura)

 

Ἐν μὲν γὰρ τῷ παλαίειν

πιεζούμενος,

ὑπὲρ τοῦ μὴ πεσεῖν

ἀναγαγὼν πρὸς τὸ στόμα τὰ ἅμματα

τοῦ πιεζοῦντος

οἷος ἦν

διαφαγεῖν τὰς χεῖρας.

 

Ἀφέντος οὖν τὴν λαβὴν ἐκείνου

καὶ εἰπόντος·

«Δάκνεις, ὦ Ἀλκιβιάδη, καθάπερ αἱ γυναῖκες»,

 

«Οὐκ ἔγωγε»,

εἶπεν,

«ἀλλ᾽ὡς οἱ λέοντες».

 

Ἔτι δὲ μικρὸς ὢν

ἔπαιζεν ἀστραγάλοις ἐν τῷ στενωπῷ,

τῆς δὲ βολῆς καθηκούσης εἰς αὐτὸν,

ἅμαξα φορτίων ἐπῄει.

 

Τὸ μὲν οὖν πρῶτον ἐκέλευσε

περιμεῖναι

τὸν ἄγοντα τὸ ζεῦγος·

 

ὑπέπιπτε γὰρ ἡ βολὴ τῇ παρόδῳ τῆς ἁμάξης·

 

μὴ πειθομένου δὲ δι᾽ἀγροικίαν,

ἀλλ᾽ἐπάγοντος,

οἱ μὲν ἄλλοι παῖδες διέσχον,

ὁ δ᾽Ἀλκιβιάδης

καταβαλὼν ἐπὶ στόμα πρὸ τοῦ ζεύγους

καὶ παρατείνας ἑαυτόν,

ἐκέλευσεν οὕτως,

εἰ βούλεται,

διεξελθεῖν,

ὥστε τὸν μὲν ἄνθρωπον ἀνακροῦσαι τὸ ζεῦγος ὀπίσω

δείσαντα,

τοὺς δ᾽ἰδόντας ἐκπλαγῆναι μετὰ βοῆς

καὶ συνδραμεῖν πρὸς αὐτόν.

 

Nessun commento:

Posta un commento