sabato 22 giugno 2019

Plutarco: Fine di Galba [Esame 2019] (struttura)


Ἐκείνῃ γὰρ ἕωθεν εὐθὺς ὁ μὲν Γάλβας ἔθυεν ἐν Παλατίῳ
τῶν φίλων παρόντων,
ὁ δὲ θύτης Ὀμβρίκιος
ἅμα τῷ λαβεῖν εἰς τὰς χεῖρας τοῦ ἱερείου τὰ σπλάγχνα
καὶ προσιδεῖν
ἔφη
οὐ δι᾽αἰνιγμῶν, ἀλλ᾽ἄντικρυς σημεῖα μεγάλης ταραχῆς,
καὶ μετὰ δόλου κίνδυνον ἐκ κεφαλῆς ἐπικείμενον τῷ αὐτοκράτορι,
μονονουχὶ τὸν Ὄθωνα τοῦ θεοῦ χειρὶ ληπτὸν παραδιδόντος.

Παρῆν γὰρ ὄπισθεν τοῦ Γάλβα,
καὶ προσεῖχε
τοῖς λεγομένοις
καὶ δεικνυμένοις ὑπὸ τοῦ Ὀμβρικίου.

Θορυβουμένῳ δὲ
καὶ χρόας ἀμείβοντι παντοδαπὰς ὑπὸ δέους
αὐτῷ παραστὰς
Ὀνόμαστος ἀπελεύθερος ἔφη
ἥκειν
καὶ περιμένειν αὐτὸν οἴκοι τοὺς ἀρχιτέκτονας.

Ἦν δὲ σύμβολον καιροῦ,
πρὸς ὃν ἔδει
ἀπαντῆσαι τὸν Ὄθωνα τοῖς στρατιώταις.

Εἰπὼν οὖν
ὅτι
παλαιὰν ἐωνημένος οἰκίαν
βούλεται
τὰ ὕποπτα δεῖξαι τοῖς πωληταῖς,
ἀπῆλθε,
καὶ
διὰ τῆς Τιβερίου καλουμένης οἰκίας καταβὰς
ἐβάδιζεν εἰς ἀγοράν,
οὗ χρυσοῦς εἱστήκει κίων,
εἰς ὃν αἱ τετμημέναι τῆς Ἰταλίας ὁδοὶ πᾶσαι τελευτῶσιν.

Ἐνταῦθα τοὺς πρώτους
ἐκδεξαμένους αὐτὸν
καὶ προσειπόντας αὐτοκράτορά
φασι
μὴ πλείους τριῶν καὶ εἴκοσι γενέσθαι.

Διό,
καίπερ οὐ κατὰ τὴν τοῦ σώματος μαλακίαν καὶ θηλύτητα τῇ ψυχῇ διατεθρυμμένος,
ἀλλὰ ἰταμὸς ὢν πρὸς τὰ δεινὰ καὶ ἄτρεπτος,
ἀπεδειλίασεν.

Οἱ δὲ παρόντες
οὐκ εἴων,
ἀλλὰ
τοῖς ξίφεσι γυμνοῖς περιϊόντες αὐτοῦ τὸ φορεῖον
ἐκέλευον
αἴρεσθαι,
παραφθεγγομένου πολλάκις
ἀπολωλέναι
καὶ τοὺς φορειαφόρους ἐπιταχύνοντος.

Ἐξήκουον γὰρ ἔνιοι
θαυμάζοντες
μᾶλλον ἢ ταραττόμενοι διὰ τὴν ὀλιγότητα
τῶν ἀποτετολμημένων.

Φερομένῳ δὲ οὕτω δι᾽ἀγορᾶς
ἀπήντησαν ἕτεροι τοσοῦτοι,
καὶ πάλιν κατὰ τρεῖς καὶ τέτταρας ἄλλοι προσεπέλαζον.



Nessun commento:

Posta un commento