mercoledì 30 ottobre 2013

Isocrate: Atene e l’impero persiano (struttura)


Τὴν δὴ ποιησαμένην1
1 è chiaro che in questo brano Isocrate si riferisce ad Atene
καὶ τὰς συνθήκας τὰς πρὸς βασιλέα γενναιοτέρας καὶ μεγαλοφρονεστέρας
καὶ αἰτίαν γεγενημένην
τῶν πλείστων καὶ μεγίστων τοῖς μὲν βαρβάροις κακῶν,
τοῖς δ’Ἕλλησιν ἀγαθῶν,
ἔτι δὲ τῆς Ἀσίας τὴν παραλίαν καὶ πολλὴν ἄλλην χώραν τοὺς μὲν πολεμίους ἀφελομένην,
τοῖς δὲ συμμάχοις κτησαμένην,
καὶ παύσασαν
τοὺς μὲν ὑβρίζοντας,
τοὺς δ’ἀποροῦντας,
πρὸς δὲ τούτοις ὑπὲρ αὑτῆς τε πολεμήσασαν
ἄμεινον τῆς εὐδοκιμούσης περὶ τὰ τοιαῦτα
καὶ τὰς συμφορὰς θᾶττον διαλυσαμένην τῶν αὐτῶν τούτων,
πῶς οὐ δίκαιον
ἐπαινεῖν καὶ τιμᾶν
μᾶλλον ἢ τὴν ἐν ἅπασι τούτοις ἀπολελειμμένην;


Περὶ μὲν οὖν τῶν πραχθέντων παρ’ἄλληλα
καὶ τῶν κινδύνων τῶν ἅμα καὶ πρὸς τοὺς αὐτοὺς γενομένων
ἐν τῷ παρόντι ταὐτ’εἶχον εἰπεῖν.



Nessun commento:

Posta un commento