mercoledì 30 ottobre 2013

Isocrate: Genesi del Panatenaico (struttura)


Ἐπειδὴ γὰρ ἡσυχίας ἐπελαβόμην,
οὐ πρότερον ἐπαυσάμην,
πρὶν ὑπέβαλον1 τῷ παιδὶ τὸν λόγον
1 nel lessico della retorica ha il significato tecnico di “dettare”
ὃν ὀλίγῳ μὲν πρότερον μεθ’ἡδονῆς διῆλθον,
μικρῷ δ’ὕστερον ἤμελλέ
με λυπήσειν.


Τριῶν γὰρ ἢ τεττάρων ἡμερῶν διαλειφθεισῶν
ἀναγιγνώσκων αὐτὰ
καὶ διεξιών,
ἐπὶ μὲν οἷς περὶ τῆς πόλεως ἦν εἰρηκώς,
οὐκ ἠχθόμην


–καλῶς γὰρ καὶ δικαίως ἦν ἅπαντα περὶ αὐτῆς γεγραφώς-


ἐπὶ δὲ τοῖς περὶ Λακεδαιμονίων ἐλυπήθην
καὶ βαρέως ἔφερον·


οὐ γὰρ μετρίως ἐδόκουν μοι
διειλέχθαι περὶ αὐτῶν
οὐδ’ὁμοίως τοῖς ἄλλοις,
ἀλλ’ὀλιγώρως καὶ λίαν πικρῶς καὶ παντάπασιν ἀνοήτως·


ὥστε
πολλάκις ὁρμήσας
ἐξαλείφειν αὐτὸν
ἢ κατακάειν
μετεγίγνωσκον,
ἐλεῶν τὸ γῆρας2 τοὐμαυτοῦ καὶ τὸν πόνον
2 Isocrate compose quest’orazione a più di novant’anni
τὸν περὶ τὸν λόγον γεγενημένον.


Ἐν τοιαύτῃ δέ μοι ταραχῇ καθεστηκότι
καὶ μεταβολὰς ποιουμένῳ πολλὰς
ἔδοξε
κράτιστον εἶναι
παρακαλέσαντι
τοὺς ἐπιδημοῦντας
τῶν πεπλησιακότων
βουλεύσασθαι μετ’αὐτῶν
πότερον ἀφανιστέος παντάπασίν ἐστιν
ἢ διαδοτέος
τοῖς βουλομένοις λαμβάνειν,


ὁπότερα δ’ἂν ἐκείνοις δόξῃ,
ταῦτα ποιεῖν.

Nessun commento:

Posta un commento