domenica 20 ottobre 2013

Isocrate: Occorre rivalersi sui barbari (struttura)

Ὑπὲρ ὧν ἄξιον
ὀργίζεσθαι
καὶ σκοπεῖν
ὅπως τῶν τε γεγενημένων δίκην ληψόμεθα
καὶ τὰ μέλλοντα διορθωσόμεθα.

Καὶ γὰρ αἰσχρὸν
ἰδίᾳ μὲν ἀξιοῦν
τοῖς βαρβάροις οἰκέταις χρῆσθαι,
δημοσίᾳ δὲ περιορᾶν
τοσούτους τῶν συμμάχων αὐτοῖς δουλεύοντας,

καὶ τοὺς μὲν περὶ τὰ Τρωϊκὰ γενομένους οὕτως ἅπαντας συνοργισθῆναι τοῖς ἀδικηθεῖσιν
μιᾶς γυναικὸς ἁρπασθείσης
ὥστε μὴ πρότερον παύσασθαι πολεμοῦντας,
πρὶν τὴν πόλιν ἀνάστατον ἐποίησαν
τοῦ τολμήσαντος ἐξαμαρτεῖν,
ἡμᾶς δὲ μηδεμίαν ποιήσασθαι κοινὴν τιμωρίαν,
ὅλης τῆς Ἑλλάδος ὑβριζομένης
ἐξὸν ἡμῖν
εὐχῆς ἄξια διαπράξασθαι.

Μόνος γὰρ οὕτος ὁ πόλεμος εἰρήνης κρείττων ἐστίν,
θεωρίᾳ μὲν μᾶλλον ἢ στρατείᾳ προσεοικώς,
ἀμφοτέροις δὲ συμφέρων
καὶ τοῖς ἡσυχίαν ἄγειν [ἐπιθυμοῦσιν]
καὶ τοῖς πολεμεῖν ἐπιθυμοῦσιν.

Ἐξείη γὰρ ἂν τοῖς μὲν
ἀδεῶς τὰ σφέτερ’αὐτῶν καρποῦσθαι,
τοῖς δ’
ἐκ τῶν ἀλλοτρίων μεγάλους πλούτους κατακτήσασθαι.

Nessun commento:

Posta un commento