mercoledì 30 ottobre 2013

Isocrate: Atene e l’impero persiano


Τὴν δὴ καὶ τὰς συνθήκας τὰς πρὸς βασιλέα γενναιοτέρας καὶ μεγαλοφρονεστέρας ποιησαμένην καὶ τῶν πλείστων καὶ μεγίστων τοῖς μὲν βαρβάροις κακῶν, τοῖς δ’Ἕλλησιν ἀγαθῶν αἰτίαν γεγενημένην, ἔτι δὲ τῆς Ἀσίας τὴν παραλίαν καὶ πολλὴν ἄλλην χώραν τοὺς μὲν πολεμίους ἀφελομένην, τοῖς δὲ συμμάχοις κτησαμένην, καὶ τοὺς μὲν ὑβρίζοντας, τοὺς δ’ἀποροῦντας παύσασαν, πρὸς δὲ τούτοις ὑπὲρ αὑτῆς τε πολεμήσασαν ἄμεινον τῆς εὐδοκιμούσης περὶ τὰ τοιαῦτα καὶ τὰς συμφορὰς θᾶττον διαλυσαμένην τῶν αὐτῶν τούτων, πῶς οὐ δίκαιον ἐπαινεῖν καὶ τιμᾶν μᾶλλον ἢ τὴν ἐν ἅπασι τούτοις ἀπολελειμμένην; Περὶ μὲν οὖν τῶν πραχθέντων παρ’ἄλληλα καὶ τῶν κινδύνων τῶν ἅμα καὶ πρὸς τοὺς αὐτοὺς γενομένων ἐν τῷ παρόντι ταὐτ’εἶχον εἰπεῖν.



Nessun commento:

Posta un commento