martedì 2 agosto 2016

Demostene: Decadimento della democrazia ateniese (struttura)

Νῦν δὲ τοὐναντίον κύριοι μὲν οἱ πολιτευόμενοι τῶν ἀγαθῶν,

καὶ διὰ τούτων ἅπαντα πράττεται,

ὑμεῖς δ’ὁ δῆμος,
ἐκνενευρισμένοι
καὶ περιῃρημένοι χρήματα, συμμάχους,
ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε,
ἀγαπῶντες
ἐὰν μεταδιδῶσι θεωρικῶν ὑμῖν
ἢ Βοηδρόμια πέμψωσιν οὗτοι,
καὶ
τὸ πάντων ἀνδρειότατον,
τῶν ὑμετέρων αὐτῶν χάριν προσοφείλετε.

Οἱ δ’
ἐν αὐτῇ τῇ πόλει καθείρξαντες ὑμᾶς
ἐπάγουσ’ἐπὶ ταῦτα
καὶ τιθασεύουσι
χειροήθεις αὐτοῖς ποιοῦντες.

Ἔστι δ’οὐδέποτ’,
οἶμαι,
μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν
μικρὰ καὶ φαῦλα πράττοντας·

ὁποῖ’ἄττα γὰρ ἂν τἀπιτηδεύματα τῶν ἀνθρώπων ᾖ,
ἀνάνγκη
τοιοῦτον καὶ τὸ φρόνημ’ἔχειν.


Nessun commento:

Posta un commento