martedì 2 agosto 2016

Demostene: Bisogna combattere per la libertà

Anche se le altre poleis rimangono inerti, Atene deve dare l’esempio e combattere contro Filippo, re dei Macedoni, per la libertà della Grecia.


Καὶ ἡμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἕως ἐσμὲν σῷοι, πόλιν μεγίστην ἔχοντες, ἀφορμὰς πλείστας, ἀξίωμα κάλλιστον, τί ποιῶμεν; Πάλαι τις ἡδέως ἂν ἴσως ἐρωτήσας κάθηται. Ἐγὼ νὴ Δί’ἐρῶ, καὶ γράψω δέ, ὥστ’ἂν βούλησθε χειροτονήσετε. Αὐτοὶ πρῶτον ἀμυνόμενοι καὶ παρασκευαζόμενοι, τριήρεσι καὶ χρήμασι καὶ στρατιώταις λέγω· καὶ γὰρ ἂν ἅπαντες δήπου δουλεύειν συγχωρήσωσιν οἱ ἄλλοι, ἡμῖν γ’ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιστέον· ταῦτα δὲ πάντ’αὐτοὶ παρεσκευασμένοι καὶ ποιήσαντες φανερὰ τοὺς ἄλλους ἤδη παρακαλῶμεν, καὶ τοὺς ταῦτα διδάξοντας ἐκπέμπωμεν πρέσβεις πανταχοῖ, εἰς Πελοπόννησον, εἰς Ῥόδον, εἰς Χίον, ὡς βασιλέα λέγω (οὑδὲ γὰρ τῶν ἐκείνῳ συμφερόντων ἀφέστηκε τὸ μὴ τοῦτον ἐᾶσαι πάντα καταστρέψασθαι), ἵν’ἐὰν μὲν πείσητε, κοινωνοὺς ἔχητε καὶ τῶν κινδύνων καὶ τῶν ἀναλωμάτων, ἄν τι δέῃ, εἰ δὲ μή, χρόνους γ’ἐμποιῆτε τοῖς πράγμασιν.

Nessun commento:

Posta un commento