venerdì 5 maggio 2017

Eliano: L’uomo deve imparare dagli animali [M]

Δέονται μὲν ἄνθρωποι λόγου τοῦ προτρέψοντος καὶ ἀναπείσοντος ἀγαθοὺς εἶναι καὶ τὴν μὲν δειλίαν διώξοντος, τὸ δὲ εὐθαρσὲς παρασκευάσοντος, ἀθληταὶ μὲν ἐς τὰ στάδια, στρατιῶται δὲ ἐς τὰ ὅπλα· τὰ δὲ ζῷα οὐ δεῖται τῆς ἔξωθεν ἐπιρρώσεως, ἑαυτοῖς δὲ παροξύνει τὴν ἀλκήν, καὶ ἑαυτὰ ἀνίστησι καὶ ἐγείρει. Ὁ γοῦν σῦς μέλλων ἐς μάχην ἰέναι πρὸς ταῖς λείαις πέτραις τοὺς ὀδόντας ὑποθήγει. Τοῦτό τοι καὶ Ὅμηρος τῷ ζῴῳ μαρτυρῶν δῆλός ἐστι. Καὶ μέντοι καὶ ὁ λέων τῇ ἀλκαίᾳ ἑαυτὸν ἐπεγείρει μαστίζων, καὶ βλακεύειν καὶ ἐλινύειν οὐκ ἐπιτρέπει. Καὶ τοῦτο δὲ ὁ ποιητὴς εἰδὼς ᾄδει περὶ τοῦ λέοντος. Οἱ δὲ ἐλέφαντες τῇ προβοσκίδι ἑαυτοὺς παίουσιν ἐς τὸν ἀγῶνα ἐξάπτοντες, ὅταν τούτου ᾖ καιρός, καὶ οὐ δέονται τοῦ προσᾴσοντος καὶ ἐροῦντος «οὐχ ἕδρας ἔργον οὐδ᾽ἀμβολᾶς», οὐδὲ μὴν τὰ Τυρταίου μέτρα ἀναμένουσι. Ταῦρος δὲ ἡγεμὼν τῆς ἀγέλης ὅταν ἡττηθῇ ἡγεμόνος ἄλλου, ἑαυτὸν ἀποκρίνει ἐς χῶρον ἕτερον, καὶ ἑαυτῷ γίνεται γυμναστής, καὶ ἀθλεῖ πᾶσαν ἄθλησιν.


Nessun commento:

Posta un commento