Τοσαύτῃ δʼεὐσεβείᾳ καὶ προνοίᾳ χρώμεθα περὶ τὴν ἰδέαν
τὴν τοιαύτην
ὥστε
καὶ τῶν ἐχόντων τὸ κάλλος
τοὺς μὲν μισθαρνήσαντας
καὶ κακῶς βουλευσαμένους περὶ τῆς
αὑτῶν ἡλικίας
μᾶλλον ἀτιμάζομεν
ἢ τοὺς εἰς τὰ τῶν ἄλλων σώματʼἐξαμαρτόντας·
ὅσοι δʼἂν τὴν αὑτῶν ὥραν
διαφυλάξωσιν
ἄβατον τοῖς πονηροῖς ὥσπερ ἱερὸν
ποιήσαντες,
τούτους εἰς τὸν ἐπίλοιπον χρόνον ὁμοίως τιμῶμεν
ὥσπερ τοὺς ὅλην τὴν πόλιν ἀγαθόν
τι ποιήσαντας.
Καὶ τί δεῖ
τὰς ἀνθρωπίνας δόξας λέγοντα
διατρίβειν;
Ἀλλὰ Ζεὺς
ὁ κρατῶν πάντων
ἐν μὲν τοῖς ἄλλοις τὴν αὑτοῦ δύναμιν ἐνδείκνυται,
πρὸς δὲ τὸ κάλλος
ταπεινὸς γιγνόμενος
ἀξιοῖ πλησιάζειν.
Ἀμφιτρύωνι μὲν γὰρ εἰκασθεὶς
ὡς Ἀλκμήνην ἦλθε,
χρυσὸς δὲ ῥυεὶς
Δανάῃ συνεγένετο,
κύκνος δὲ γενόμενος
εἰς τοὺς Νεμέσεως κόλπους κατέφυγε,
τούτῳ δὲ πάλιν ὁμοιωθεὶς
Λήδαν ἐνύμφευσεν·
ἀεὶ δὲ μετὰ τέχνης ἀλλʼοὐ μετὰ
βίας θηρώμενος
φαίνεται
τὴν φύσιν τὴν τοιαύτην.
Nessun commento:
Posta un commento