domenica 29 giugno 2025

Isocrate: I Greci sono per natura nemici dei barbari (II parte) [R-P] (struttura)

 

Εὕροι δʼἄν τις

ἐκ μὲν τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους ὕμνους πεποιημένους,

ἐκ δὲ τοῦ πρὸς τοὺς Ἕλληνας θρήνους ἡμῖν γεγενημένους,

καὶ τοὺς μὲν ἐν ταῖς ἑορταῖς ᾀδομένους,

τῶν δʼἐπὶ ταῖς συμφοραῖς ἡμᾶς μεμνημένους.

 

Οἶμαι δὲ

καὶ τὴν Ὁμήρου ποίησιν μείζω λαβεῖν δόξαν,

ὅτι καλῶς

τοὺς πολεμήσαντας τοῖς βαρβάροις

ἐνεκωμίασε,

καὶ διὰ τοῦτο βουληθῆναι τοὺς προγόνους ἡμῶν

ἔντιμον αὐτοῦ ποιῆσαι τὴν τέχνην

ἔν τε τοῖς τῆς μουσικῆς ἄθλοις

καὶ τῇ παιδεύσει τῶν νεωτέρων,

ἵνα

πολλάκις ἀκούοντες τῶν ἐπῶν

ἐκμανθάνωμεν τὴν ἔχθραν

τὴν ὑπάρχουσαν πρὸς αὐτούς,

καὶ

ζηλοῦντες τὰς ἀρετὰς

τῶν στρατευσαμένων

τῶν αὐτῶν ἔργων ἐκείνοις ἐπιθυμῶμεν.

 

 

Nessun commento:

Posta un commento