Τοσούτῳ δὲ μᾶλλον προτετίμηται τὸ κάλλος παρʼἐκείνοις
ἢ παρʼἡμῖν
ὥστε καὶ ταῖς γυναιξὶ ταῖς αὑτῶν
ὑπὸ τούτου κρατουμέναις
συγγνώμην ἔχουσι,
καὶ πολλὰς ἄν τις ἐπιδείξειε τῶν
ἀθανάτων,
αἳ θνητοῦ κάλλους ἡττήθησαν,
ὧν οὐδεμία
λαθεῖν τὸ γεγενημένον
ὡς αἰσχύνην ἔχον
ἐζήτησεν,
ἀλλʼ
ὡς καλῶν ὄντων τῶν πεπραγμένων
ὑμνεῖσθαι μᾶλλον
ἢ σιωπᾶσθαι περὶ αὐτῶν
ἠβουλήθησαν.
Μέγιστον δὲ
τῶν εἰρημένων
τεκμήριον·
πλείους γὰρ ἂν εὕροιμεν
διὰ τὸ κάλλος ἀθανάτους
γεγενημένους
ἢ διὰ τὰς ἄλλας ἀρετὰς ἁπάσας.
Nessun commento:
Posta un commento