domenica 21 aprile 2019

Isocrate: Alcibiade [M] (struttura)


Σκέψαι δὲ πρῶτον τὰ περὶ Ἀλκιβιάδην.

Ἐκεῖνος γὰρ
φυγὼν παρ᾽ἡμῶν,
καὶ τοὺς ἄλλους ὁρῶν
τοὺς πρὸ αὑτοῦ ταύτῃ συμφορᾷ κεχρημένους
ἐπτηχότας διὰ τὸ μέγεθος τὸ τῆς πόλεως,
οὐ τὴν αὐτὴν γνώμην ἔσχεν ἐκείνοις,
ἀλλ᾽
οἰηθεὶς
πειρατέον εἶναι
βίᾳ κατελθεῖν
προείλετο
πολεμεῖν πρὸς αὐτήν.

Καθ᾽ἕκαστον μὲν οὖν
τῶν τότε γενομένων
εἴ τις ἐπιχειρήσειεν
λέγειν,
οὔτ᾽ἂν
διελθεῖν ἀκριβῶς
δύναιτο,
πρός τε τὸ παρὸν ἴσως ἂν ἐνοχλήσειεν·

εἰς τοσαύτην δὲ ταραχὴν κατέστησεν οὐ μόνον τὴν πόλιν ἀλλὰ καὶ Λακεδαιμονίους καὶ τοὺς ἄλλους Ἕλληνας,
ὥσθ᾽ἡμᾶς μὲν παθεῖν
ἃ πάντες ἴσασι,
τοὺς δ᾽ ἄλλους τηλικούτοις κακοῖς περιπεσεῖν,
ὥστε μηδέπω νῦν ἐξιτήλους εἶναι τὰς συμφορὰς
τὰς δι᾽ἐκεῖνον τὸν πόλεμον ἐν ταῖς πόλεσιν ἐγγεγενημένας,
Λακεδαιμονίους δὲ
τοὺς τότε δόξαντας εὐτυχεῖν
εἰς τὰς νῦν ἀτυχίας δι᾽Ἀλκιβιάδην καθεστάναι·

πεισθέντες γὰρ ὑπ᾽αὐτοῦ
τῆς κατὰ θάλατταν δυνάμεως ἐπιθυμῆσαι
καὶ τὴν κατὰ γῆν ἡγεμονίαν ἀπώλεσαν,
ὥστ᾽
εἴ τις φαίη
τότε τὴν ἀρχὴν αὐτοῖς γενέσθαι
τῶν παρόντων κακῶν,
ὅτε τὴν ἀρχὴν τῆς θαλάττης ἐλάμβανον,
οὐκ ἂν ἐξελεγχθείη
ψευδόμενος.

Ἐκεῖνος μὲν οὖν
τηλικούτων αἴτιος γενόμενος
κατῆλθεν εἰς τὴν πόλιν,
μεγάλης μὲν δόξης τυχών,
οὐ μὴν ἐπαινούμενος ὑφ᾽ἁπάντων.



Nessun commento:

Posta un commento