sabato 20 aprile 2019

Isocrate: La talassocrazia, un pericolo per Atene [M] (struttura)


Ἃ μὲν οὖν ὑπάρχειν δεῖ
τοῖς μέλλουσιν
εὐδαιμονήσειν,
τὴν εὐσέβειαν καὶ τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνην καὶ τὴν ἄλλην ἀρετὴν
ὀλίγῳ πρότερον εἰρήκαμεν·

ὡς δ᾽ἂν τάχιστα
πρὸς τὸ τοιοῦτοι γενέσθαι
παιδευθεῖμεν,
ἀληθὲς μέν ἐστι τὸ ῥηθησόμενον,
ἴσως δ᾽ἂν
ἀκούσασιν
ὑμῖν δόξειε
δεινὸν εἶναι
καὶ παρὰ πολὺ τῆς τῶν ἄλλων ἐξηλλαγμένον διανοίας.

Ἐγὼ γὰρ ἡγοῦμαι
καὶ τὴν πόλιν ἡμᾶς ἄμεινον οἰκήσειν
καὶ βελτίους αὐτοὺς ἔσεσθαι
καὶ πρὸς ἁπάσας τὰς πράξεις ἐπιδώσειν,
ἢν παυσώμεθα
τῆς ἀρχῆς τῆς κατὰ θάλατταν ἐπιθυμοῦντες.

Αὕτη γάρ ἐστιν
ἡ καὶ νῦν εἰς ταραχὴν ἡμᾶς καθιστᾶσα,
καὶ τὴν δημοκρατίαν ἐκείνην καταλύσασα
μεθ᾽ἧς οἱ πρόγονοι ζῶντες εὐδαιμονέστατοι τῶν Ἑλλήνων ἦσαν,
καὶ σχεδὸν ἁπάντων αἰτία τῶν κακῶν
ὧν αὐτοί τ᾽ἔχομεν
καὶ τοῖς ἄλλοις παρέχομεν.


Nessun commento:

Posta un commento