sabato 20 aprile 2019

Isocrate: La necessità di una riforma morale [M] (struttura)


Ἐμοὶ δοκοῦσιν ἅπαντες
μὲν ἐπιθυμεῖν
τοῦ συμφέροντος
καὶ τοῦ πλέον ἔχειν τῶν ἄλλων,
οὑκ εἰδέναι δὲ τὰς πράξεις
τὰς ἐπὶ ταῦτα φερούσας,
ἀλλὰ ταῖς δόξαις διαφέρειν ἀλλήλων·

οἱ μὲν γὰρ ἔχειν ἐπιεικεῖς καὶ δυναμένας
στοχάζεσθαι
τοῦ δέοντος,
οἱ δ᾽ὡς οἷόν τε πλεῖστον διαμαρτανούσας
τοῦ συμφέροντος.

Ὅπερ καὶ τῇ πόλει συμβέβηκεν.

Ἡμεῖς γὰρ οἰόμεθα μέν,
ἢν τὴν θάλατταν πλέωμεν πολλαῖς τριήρεσι
καὶ βιαζώμεθα
τὰς πόλεις συντάξεις διδόναι
καὶ συνέδρους ἐνθάδε πέμπειν,
διαπράξεσθαί τι τῶν δεόντων·

πλεῖστον διεψεύσμεθα τῆς ἀληθείας.

Ὧν μὲν γὰρ ἠλπίζομεν,
οὐδὲν ἀποβέβηκεν,

ἔχθραι δ᾽ἡμῖν ἐξ αὐτῶν καὶ πόλεμοι καὶ δαπάναι μεγάλαι γεγόνασιν.


Nessun commento:

Posta un commento