sabato 20 aprile 2019

Isocrate: I demagoghi [M] (struttura)


Χρὴ
μὴ προσέχειν τὸν νοῦν
τοῖς
ἐν τῷ παρόντι
μὲν χαριζομένοις,
τοῦ δὲ μέλλοντος χρόνου
μηδεμίαν ἐπιμέλειαν ποιουμένοις,
μηδὲ τοῖς
φιλεῖν μὲν τὸν δῆμον
φάσκουσιν,
ὅλην δὲ τὴν πόλιν λυμαινομένοις·

ὡς καὶ πρότερον,
ἐπειδὴ παρέλαβον οἱ τοιοῦτοι τὴν ἐπὶ τοῦ βήματος δυναστείαν,
εἰς τοσαύτην ἄνοιαν προήγαγον τὴν πόλιν,
ὥστε παθεῖν αὐτὴν
οἷά περ ὀλίγῳ πρότερον ὑμῖν διηγησάμην.

Ἃ καὶ πάντων μάλιστ᾽ἄν τις θαυμάσειεν,
ὅτι προχειρίζεσθε δημαγωγοὺς
οὐ τοὺς τὴν αὐτὴν γνώμην ἔχοντας
τοῖς μεγάλην τὴν πόλιν ποιήσασιν,
ἀλλὰ τοὺς ὅμοια καὶ λέγοντας καὶ πράττοντας
τοῖς ἀπολέσασιν αὐτήν,
καὶ ταῦτ᾽
εἰδότες
οὐ μόνον
ἐν τῷ ποιῆσαι τὴν πόλιν εὐδαίμονα
τοὺς χρηστοὺς τῶν πονηρῶν διαφέροντας,
ἀλλὰ καὶ τὴν δημοκρατίαν ἐπὶ μὲν ἐκείνων ἐν πολλοῖς ἔτεσιν οὔτε κινηθεῖσαν οὔτε μεταστᾶσαν,
ἐπὶ δὲ τούτων ἐν ὀλίγῳ χρόνῳ δὶς ἤδη καταλυθεῖσαν,
καὶ τὰς φυγὰς
τὰς ἐπὶ τῶν τυράννων
καὶ τὰς ἐπὶ τῶν τριάκοντα γενομένας
οὐ διὰ τοὺς συκοφάντας
κατελθούσας,
ἀλλὰ διὰ τοὺς μισοῦντας τοὺς τοιούτους
καὶ μεγίστην ἐπ᾽ἀρετῇ δόξαν ἔχοντας.


Nessun commento:

Posta un commento