mercoledì 25 dicembre 2019

Plutarco: La sepoltura di Fabio Massimo [M] (struttura)


Φάβιος δὲ Μάξιμος οὐ διήρκεσε τῷ βίῳ πρὸς τὸ τοῦ πολέμου τέλος,
οὐδ᾽ἤκουσεν Ἀννίβαν
ἡττημένον,
οὐδὲ τὴν μεγάλην καὶ βέβαιον εὐτυχίαν τῆς πατρίδος ἐπεῖδεν,
ἀλλὰ
περὶ ὃν χρόνον Ἀννίβας ἀπῆρεν ἐξ Ἰταλίας
νόσῳ καμὼν
ἐτελεύτησεν.

Ἐπαμεινώνδαν μὲν οὖν Θηβαῖοι δημοσίᾳ διὰ πενίαν,
ἣν ἀπέλιπεν ὁ ἀνὴρ,
ἔθαψαν·

οὐδὲν γὰρ οἴκοι
τελευτήσαντος
εὑρεθῆναι πλὴν ὀβελίσκον σιδηροῦν
λέγουσι·

Φάβιον δὲ Ῥωμαῖοι δημοσίᾳ μὲν οὐκ ἐκήδευσαν,
ἰδίᾳ δ’ἑκάστου τὸ σμικρότατον αὐτῷ τῶν νομισμάτων ἐπενεγκόντος,
οὐχ ὡς δι᾽ἔνδειαν προσαρκούντων,
ἀλλ᾽ὡς πατέρα τοῦ δήμου θάπτοντος,
ἔσχε τιμὴν καὶ δόξαν ὁ θάνατος αὐτοῦ
τῷ βίῳ πρέπουσαν.


Nessun commento:

Posta un commento