lunedì 7 luglio 2025

Senofonte: Agesilao è richiamato in patria [D] (struttura)

 

Ἀγησίλαος μὲν δὴ ἐν τούτοις ἦν.

 

Οἱ δὲ Λακεδαιμόνιοι

ἐπεὶ σαφῶς ᾔσθοντο

τά τε χρήματα ἐληλυθότα εἰς τὴν Ἑλλάδα

καὶ τὰς μεγίστας πόλεις συνεστηκυίας ἐπὶ πολέμῳ πρὸς ἑαυτούς,

ἐν κινδύνῳ τε τὴν πόλιν ἐνόμισαν

καὶ

στρατεύειν

ἀναγκαῖον

ἡγήσαντο

εἶναι.

 

Καὶ αὐτοὶ μὲν ταῦτα παρεσκευάζοντο,

εὐθὺς δὲ καὶ ἐπὶ τὸν Ἀγησίλαον πέμπουσιν Ἐπικυδίδαν.

 

Ὁ δʼ

ἐπεὶ ἀφίκετο,

τά τε ἄλλα διηγεῖτο

ὡς ἔχοι

καὶ ὅτι ἡ πόλις ἐπιστέλλοι αὐτῷ

βοηθεῖν ὡς τάχιστα τῇ πατρίδι.

 

Ὁ δὲ Ἀγησίλαος

ἐπεὶ ἤκουσε,

χαλεπῶς μὲν ἤνεγκεν,

ἐνθυμούμενος

καὶ οἵων τιμῶν καὶ οἵων ἐλπίδων ἀπεστερεῖτο,

ὅμως δὲ

συγκαλέσας τοὺς συμμάχους

ἐδήλωσε

τὰ ὑπὸ τῆς πόλεως παραγγελλόμενα,

καὶ εἶπεν

ὅτι ἀναγκαῖον εἴη

βοηθεῖν τῇ πατρίδι.

 

Ἀκούσαντες ταῦτα

πολλοὶ μὲν ἐδάκρυσαν,

πάντες δʼἐψηφίσαντο

βοηθεῖν μετʼἈγησιλάου τῇ Λακεδαίμονι.

 

Nessun commento:

Posta un commento