Πρὶν δὲ τόξευμα ἐξικνεῖσθαι
ἐκκλίνουσιν
οἱ βάρβαροι
καὶ
φεύγουσι.
Καὶ
ἐνταῦθα δὴ ἐδίωκον μὲν κατὰ κράτος οἱ Ἕλληνες,
ἐβόων
δὲ ἀλλήλοις
μὴ θεῖν δρόμῳ,
ἀλλʼἐν τάξει ἕπεσθαι.
Τὰ
δʼἅρματα ἐφέροντο
τὰ μὲν διʼαὐτῶν τῶν πολεμίων,
τὰ δὲ καὶ διὰ τῶν Ἑλλήνων
κενὰ ἡνιόχων.
Οἱ
δʼ
ἐπεὶ προΐδοιεν,
διίσταντο·
ἔστι
δʼὅστις καὶ κατελήφθη
ὥσπερ ἐν ἱπποδρόμῳ ἐκπλαγείς·
καὶ
οὐδὲν μέντοι οὐδὲ τοῦτον παθεῖν
ἔφασαν,
οὐδʼἄλλος
δὲ τῶν Ἑλλήνων ἐν ταύτῃ τῇ μάχῃ ἔπαθεν οὐδεὶς οὐδέν,
πλὴν
ἐπὶ τῷ εὐωνύμῳ τοξευθῆναί
τις ἐλέγετο.
Κῦρος
δʼ
ὁρῶν τοὺς Ἕλληνας
νικῶντας τὸ καθʼαὑτοὺς
καὶ διώκοντας,
ἡδόμενος
καὶ προσκυνούμενος ἤδη ὡς βασιλεὺς ὑπὸ τῶν ἀμφʼαὐτόν,
οὐδʼὣς
ἐξήχθη
διώκειν,
ἀλλὰ
συνεσπειραμένην
ἔχων
τὴν τῶν σὺν ἑαυτῷ ἑξακοσίων ἱππέων τάξιν
ἐπεμελεῖτο
ὅ τι ποιήσει βασιλεύς.
Καὶ
γὰρ ᾔδει αὐτὸν
ὅτι μέσον ἔχοι τοῦ Περσικοῦ στρατεύματος.
Nessun commento:
Posta un commento