lunedì 7 luglio 2025

Senofonte: Il sistema postale in Persia [D] (struttura)

 

Σκεψάμενος γὰρ

πόσην ἂν ὁδὸν ἵππος καθανύτοι τῆς ἡμέρας

ἐλαυνόμενος

ὥστε διαρκεῖν,

ἐποιήσατο ἱππῶνας

τοσοῦτον διαλείποντας

καὶ ἵππους ἐν αὐτοῖς κατέστησε καὶ τοὺς ἐπιμελομένους τούτων,

καὶ ἄνδρα ἐφʼἑκάστῳ τῶν τόπων ἔταξε τὸν ἐπιτήδειον

παραδέχεσθαι τὰ φερόμενα γράμματα

καὶ παραδιδόναι

καὶ παραλαμβάνειν τοὺς ἀπειρηκότας ἵππους καὶ ἀνθρώπους

καὶ ἄλλους πέμπειν νεαλεῖς.

 

Ἔστι δʼὅτε οὐδὲ τὰς νύκτας φασὶν

ἵστασθαι ταύτην τὴν πορείαν,

ἀλλὰ τῷ ἡμερινῷ ἀγγέλῳ τὸν νυκτερινὸν διαδέχεσθαι.

 

Τούτων δὲ οὕτω γιγνομένων

φασί τινες

θᾶττον τῶν γεράνων ταύτην τὴν πορείαν ἁνύτειν.

 

Εἰ δὲ τοῦτο ψεύδονται,

ἀλλʼὅτι γε τῶν ἀνθρωπίνων πεζῇ πορειῶν αὕτη ταχίστη,

τοῦτο εὔδηλον.

 

Nessun commento:

Posta un commento