lunedì 8 febbraio 2016

L’assassinio di Polemarco (Lisia) - struttura


Ἀφικόμενος δὲ εἰς Ἀρχένεω τοῦ ναυκλήρου
ἐκεῖνον πέμπω εἰς ἄστυ,
πευσόμενον περὶ τοῦ ἀδελφοῦ·



ἥκων δὲ
ἔλεγεν
ὅτι Ἐρατοσθένης
αὐτὸν ἐν τῇ ὁδῷ λαβὼν
εἰς τὸ δεσμωτήριον ἀπαγάγοι.


Καὶ ἐγὼ
τοιαῦτα πεπυσμένος
τῆς ἐπιούσης νυκτὸς διέπλευσα Μέγαράδε.


Πολεμάρχῳ δὲ παρήγγειλαν οἱ τριάκοντα τοὐπ’ἐκείνων εἰθισμένον παράγγελμα,
πίνειν κώνειον,
πρὶν τὴν αἰτίαν εἰπεῖν
δι’ἥντινα ἔμελλεν ἀποθανεῖσθαι·



οὕτω πολλοῦ ἐδέησε
κριθῆναι
καὶ ἀπολογήσασθαι.



Καὶ ἐπειδὴ ἀπεφέρετο ἐκ τοῦ δεσμωτηρίου τεθνεώς,
τριῶν ἡμῖν οἰκιῶν οὐσῶν
ἐξ οὐδεμιᾶς εἴασαν ἐξενεχθῆναι,
ἀλλὰ
κλεισίον μισθωσάμενοι
προὔθεντο αὐτόν.


Καὶ πολλῶν ὄντων ἱματίων
αἰτοῦσιν οὐδὲν ἔδοσαν εἰς τὴν ταφήν,
ἀλλὰ τῶν φίλων ὁ μὲν ἱμάτιον
ὁ δὲ προσκεφάλαιον
ὁ δὲ
ὅ τι ἕκαστος ἔτυχεν
ἔδωκεν εἰς τὴν ἐκείνου ταφήν.




Nessun commento:

Posta un commento