lunedì 8 febbraio 2016

Provvedimenti dei Trenta contro i meteci (Lisia) - struttura


Θέογνις γὰρ καὶ Πείσων ἔλεγον ἐν τοῖς τριάκοντα περὶ τῶν μετοίκων,
ὡς εἶέν τινες
τῇ πολιτείᾳ ἀχθόμενοι·


καλλίστην οὖν εἶναι πρόφασιν
δοκεῖν
τιμωρεῖσθαι μὲν,
τῷ δ’ἔργῳ χρηματίζεσθαι·


πάντως δὲ τὴν μὲν πόλιν πένεσθαι
τὴν ἀρχὴν δὲ δεῖσθαι χρημάτων.



Καὶ τοὺς ἀκούσαντας οὐ χαλεπῶς ἔπειθον·


περὶ οὐδενὸς γὰρ ἡγοῦντο
ἀποκτιννύναι μὲν ἀνθρώπους,
περὶ πολλοῦ δὲ ἐποιοῦντο.
λαμβάνειν χρήματα


Ἔδοξεν οὖν αὐτοῖς
δέκα συλλαβεῖν, τούτων δὲ δύο πένητας,
ἵνα αὐτοῖς ᾖ πρὸς τοὺς ἄλλους ἀπολογία,
ὡς οὐ χρημάτων ἕνεκα ταῦτα πέπρακται,
ἀλλὰ συμφέροντα τῇ πολιτείᾳ γεγένηται,


ὥσπερ τι τῶν ἄλλων εὐλόγως πεποιηκότες.




Nessun commento:

Posta un commento