martedì 9 febbraio 2016

Vita di Eufileto (Lisia) - struttura

Πρῶτον μὲν οὖν, ὦ ἄνδρες,
(δεῖ γὰρ
καὶ ταυθ’ὑμῖν διηγήσασθαι)
οἰκίδιον ἔστι μοι διπλοῦν,
ἴσα ἔχον τὰ ἄνω τοῖς κάτω κατὰ τὴν γυναικωνῖτιν καὶ κατὰ τὴν ἀνδρωνῖτιν.

Ἐπειδὴ δὲ τὸ παιδίον ἐγένετο ἡμῖν,
ἡ μήτηρ αὐτὸ ἐθήλαζεν·

ἵνα δὲ μή,
ὁπότε λοῦσθαι δέοι,
κινδυνεύῃ
κατὰ τῆς κλίμακος καταβαίνουσα,
ἐγὼ μὲν ἄνω διῃτώμην,
αἱ δὲ γυναῖκες κάτω.

Καὶ οὕτως ἤδη συνειθισμένον ἦν,
ὥστε πολλάκις ἡ γυνὴ ἀπῄει κάτω
καθευδήσουσα ὡς τὸ παιδίον,
ἵνα τὸν τιτθὸν αὐτῷ διδῷ
καὶ μὴ βοᾷ.

Καὶ ταῦτα πολὺν χρόνον οὕτως ἐγίγνετο,
καὶ ἐγὼ οὐδέποτε ὑπώπτευσα,
ἀλλ’οὕτως ἠλιθίως διεκείμην,
ὥστε ᾤμην
τὴν ἐμαυτοῦ γυναῖκα πασῶν σωφρονεστάτην εἶναι τῶν ἐν τῇ πόλει.


Nessun commento:

Posta un commento