martedì 9 febbraio 2016

Storia di Lisia (Lisia) - struttura

Οὐμὸς πατὴρ Κέφαλος ἐπείσθη μὲν ὑπὸ Περικλέους
εἰς ταύτην τὴν γῆν ἀφικέσθαι,
ἔτη δὲ τριάκοντα ᾤκησε,
καὶ οὐδενὶ πώποτε οὔτε ἡμεῖς οὔτε ἐκεῖνος δίκην οὔτε ἐδικασάμεθα οὔτε ἐφύγομεν,
ἀλλ’οὕτως ᾠκοῦμεν
δημοκρατούμενοι
ὥστε μήτε εἰς τοὺς ἄλλους ἐξαμαρτάνειν
μήτε ὑπὸ τῶν ἄλλων ἀδικεῖσθαι.

Ἐπειδὴ δ’οἱ τριάκοντα
πονηροὶ μὲν καὶ συκοφάνται ὄντες
εἰς τὴν ἀρχὴν κατέστησαν,
φάσκοντες
χρῆναι
τῶν ἀδίκων καθαρὰν ποιῆσαι τὴν πόλιν
καὶ τοὺς λοιποὺς πολίτας ἐπ’ἀρετὴν καὶ δικαιοσύνην τραπέσθαι,
καὶ τοιαῦτα λέγοντες
οὐ ἐτόλμων
τοιαῦτα ποιεῖν,

ὡς ἐγὼ
περὶ τῶν ἐμαυτοῦ πρῶτον εἰπὼν καὶ περὶ τῶν ὑμετέρων
ἀναμνῆσαι πειράσομαι.


Nessun commento:

Posta un commento