giovedì 5 ottobre 2017

Appiano: Enea arriva nel Lazio [M]

Ἄρχεται τῆς ἱστορίας ἀπὸ Αἰνείου τοῦ Ἀγχίσου τοῦ Κάπυος, ὃς ἐν τῷ Τρωικῷ ἤκμαζε πολέμῳ, μετὰ δὲ τὴν ἅλωσιν τῆς Τροίας ἔφυγε, καὶ μετὰ μακρὰν πλάνην κατέπλει ἔς τινα τῆς Ἰταλίας αἰγιαλόν, Λώρεντον ἐπικαλούμενον, ἔνθα καὶ στρατόπεδον αὐτοῦ δείκνυται, καὶ τὴν ἀκτὴν ἀπ᾽ἐκείνου Τροίαν καλοῦσιν. Ἦρχε τότε Ἀβοριγίνων τῶν τῇδε Ἰταλῶν Φαῦνος ὁ τοῦ Ἄρεως, ὃς καὶ ζεύγνυσιν Αἰνείᾳ τὴν θυγατέρα αὑτοῦ Λαουινίαν, καὶ γῆν δίδωσιν ἐκ περιόδου σταδίων τετρακοσίων. Ὁ δὲ πόλιν ἔκτισε καὶ ἀπὸ τῆς γυναικὸς Λαουίνιον ἐπωνόμασε. Τρίτῳ δὲ ἔτει τοῦ Φαύνου τελευτήσαντος ἐκδέχεται τὴν ἀρχὴν ὁ Αἰνείας κατὰ τὸ κῆδος, καὶ τοὺς Ἀβοριγίνας ἀπὸ τοῦ κηδεστοῦ Λατίνου Φαύνου Λατίνους ἐπωνόμασε. Τρίτῳ δὲ ἔτει πάλιν διὰ Λαουινίαν τὴν γυναῖκα ὑπὸ Ῥουτούλων τῶν Τυρρηνῶν, προμνηστευθεῖσαν αὐτῶν τῷ βασιλεῖ, ἀναιρεῖται πολέμου νόμῳ ὁ Αἰνείας, καὶ τὴν ἀρχὴν διεδέξατο Εὐρυλέων, Ἀσκάνιος μετονομασθείς, ὃς ἐγεννήθη τῷ Αἰνείᾳ ἐκ Κρεούσης τῆς Πριάμου, τῆς ἐν Ἰλίῳ γενομένης αὐτῷ γυναικός. Οἱ δὲ ἐκ τῆς Λαουινίας Ἀσκάνιον αὐτῷ γεννηθῆναί φασι, τὸν διάδοχον τῆς ἀρχῆς.


Nessun commento:

Posta un commento