venerdì 27 ottobre 2017

Lisia: Esortazione alla concordia [M] (struttura)

Ταῦτα εἰ μὲν δι᾽ἀσθένειαν ἐπάσχομεν,
ἂν ἦν ἀνάγκη
στέργειν τὴν τύχην·

ἐπειδὴ δὲ διὰ στάσιν καὶ τὴν πρὸς ἀλλήλους φιλονικίαν,
πῶς οὐκ ἄξιον
τῶν μὲν παύσασθαι
τὰ δὲ κωλῦσαι,
εἰδότας
ὅτι ἐστιν εὖ πραττόντων
φιλονικεῖν μέν,
τῶν οἵων ἡμῶν
γνῶναι δὲ τὰ βέλτιστα;

Ὁρῶμεν γὰρ τοὺς κινδύνους
καὶ μεγάλους καὶ πανταχόθεν περιεστηκότας·

ἐπίστασθε δὲ
ὅτι ἡ μὲν ἀρχὴ τῶν κρατούντων τῆς θαλάττης,
τῶν δὲ χρημάτων βασιλεὺς ταμίας,
τὰ δὲ τῶν Ἑλλήνων σώματα
τῶν δυναμένων
δαπανᾶσθαι,
ναῦς δὲ πολλὰς μὲν αὐτὸς κέκτηται,
πολλὰς δ᾽ὁ τύραννος τῆς Σικελίας.

Ὥστε ἄξιον
τὸν μὲν πρὸς ἀλλήλους πόλεμον καταθέσθαι,
τῇ δ᾽αὐτῇ γνώμῃ χρωμένους
τῆς σωτηρίας ἀντέχεσθαι,
καὶ αἰσχύνεσθαι
περὶ μὲν τῶν παρεληλυθότων,
δεδιέναι
περὶ δὲ τῶν μελλόντων ἔσεσθαι,
καὶ πρὸς τοὺς προγόνους ἁμιλλᾶσθαι,
οἳ ἐποίησαν
τοὺς μὲν βαρβάρους
τῆς ἀλλοτρίας ἐπιθυμοῦντας
τῆς σφετέρας αὐτῶν στερεῖσθαι,
τοὺς δὲ τυράννους ἐξελάσαντες
κοινὴν ἅπασι τὴν ἐλευθερίαν κατέστησαν.


Nessun commento:

Posta un commento