giovedì 5 ottobre 2017

Lisia: Come si comportarono i nostri antenati [M] (struttura)

Οἱ δ᾽ἡμέτεροι πρόγονοι
οὐ λογισμῷ εἰδότες τοὺς ἐν τῷ πολέμῳ κινδύνους,
ἀλλὰ νομίζοντες
τὸν εὐκλεᾶ θάνατον ἀθάνατον περὶ τῶν ἀγαθῶν καταλείπειν λόγον,
οὐκ ἐφοβήθησαν τὸ πλῆθος τῶν ἐναντίων,
ἀλλὰ τῇ αὑτῶν ἀρετῇ μᾶλλον ἐπίστευσαν.

Καὶ
αἰσχυνόμενοι
ὅτι ἦσαν οἱ βάρβαροι αὐτῶν ἐν τῇ χώρᾳ,
οὐκ ἀνέμειναν
πυθέσθαι οὐδὲ βοηθῆσαι τοὺς συμμάχους,
οὐδ᾽ᾠήθησαν
δεῖν
ἑτέροις τῆς σωτηρίας χάριν εἰδέναι,
ἀλλὰ σφίσιν αὐτοῖς τοὺς ἄλλους Ἕλληνας.

Ταῦτα μιᾷ γνώμῃ πάντες γνόντες
ἀπήντων ὀλίγοι πρὸς πολλούς·

ἐνόμιζον γὰρ
ἡττηθέντες μὲν
ὀλίγῳ τῶν ἄλλων προαπολεῖσθαι,
νικήσαντες δὲ
καὶ τοὺς ἄλλους ἐλευθερώσειν.

Ἄνδρες δ᾽ἀγαθοὶ γενόμενοι,
καὶ τῶν μὲν σωμάτων ἀφειδήσαντες,
ὑπὲρ δὲ τῆς ἀρετῆς οὐ φιλοψυχήσαντες,
καὶ μᾶλλον τοὺς παρ᾽αὑτοῖς νόμους αἰσχυνόμενοι
ἢ τὸν πρὸς τοὺς πολεμίους κίνδυνον φοβούμενοι,
ἔστησαν μὲν τρόπαιον ὑπὲρ τῆς Ἑλλάδος.



Nessun commento:

Posta un commento