sabato 14 luglio 2018

Aristotele: L’uomo è nato per la vita associata [M] (struttura)


Ἐκ τούτων οὖν φανερὸν
ὅτι τῶν φύσει ἡ πόλις ἐστί,
καὶ ὅτι ὁ ἄνθρωπος φύσει πολιτικὸν ζῷον,
καὶ ὁ ἄπολις διὰ φύσιν καὶ οὐ διὰ τύχην ἤτοι φαῦλός ἐστιν,
ἢ κρείττων
ἢ ἄνθρωπος·

ὥσπερ
καὶ ὁ ὑφ᾽Ὁμήρου λοιδορηθεὶς
«ἀφρήτωρ ἀθέμιστος ἀνέστιος»·

ἅμα γὰρ φύσει τοιοῦτος καὶ πολέμου ἐπιθυμητής,
ἅτε περ ἄζυξ ὢν ὥσπερ ἐν πεττοῖς.

Διότι δὲ πολιτικὸν ὁ ἄνθρωπος ζῷον πάσης μελίττης καὶ παντὸς ἀγελαίου ζῴου μᾶλλον,
δῆλον.

Οὐθὲν γάρ,
ὡς φαμέν,
μάτην ἡ φύσις ποιεῖ·

λόγον δὲ μόνον ἄνθρωπος ἔχει τῶν ζῴων·

ἡ μὲν οὖν φωνὴ τοῦ λυπηροῦ καὶ ἡδέος ἐστὶ σημεῖον,

διὸ καὶ τοῖς ἄλλοις ὑπάρχει ζῴοις

(μέχρι γὰρ τούτου ἡ φύσις αὐτῶν ἐλήλυθε,
τοῦ ἔχειν αἴσθησιν λυπηροῦ καὶ ἡδέος
καὶ ταῦτα σημαίνειν ἀλλήλοις),

ὁ δὲ λόγος ἐστι
ἐπὶ τῷ δηλοῦν
τὸ συμφέρον
καὶ τὸ βλαβερόν,
ὥστε καὶ τὸ δίκαιον
καὶ τὸ ἄδικον·

τοῦτο γὰρ πρὸς τὰ ἄλλα ζῷα τοῖς ἀνθρώποις ἴδιον,
τὸ μόνον ἀγαθοῦ καὶ κακοῦ καὶ δικαίου καὶ ἀδίκου καὶ τῶν ἄλλων αἴσθησιν ἔχειν·

ἡ δὲ τούτων κοινωνία ποιεῖ οἰκίαν καὶ πόλιν.


Nessun commento:

Posta un commento